Ancient Greek · ~5 min
Page 636
Joannes Philoponus Phil., De aeternitate mundi 636
Not analysed yet
σμένον εἴτε παρὰ τὴν θέαν (ἐν αὑτῷ γὰρ τὸ ὁρατὸν ἅπαν περιείληφεν) εἴτε παρ' ἄλλην τινὰ τοιαύτην ὑπόνοιαν. θʹ. Ὅλως δὲ τὴν θεός προσηγορίαν οὐ τῇ ἀσωμάτῳ καὶ δημιουργικῇ τῶν ὄντων αἰτίᾳ ἀλλὰ τοῖς οὐρανίοις σώμασιν ἀπὸ τοῦ ἀεὶ θεῖν ὑπὸ τῶν πάλαι Ἑλλήνων ἐπιτεθῆναι ἐν τῷ Κρατύλῳ φησὶν ὁ Πλάτων· μηδὲ γὰρ εἰδέναι πω ἐκείνους ἄλλο τι θεὸν πλὴν τῶν φαινομένων σωμάτων ἡλίου καὶ σελήνης καὶ τῶν λοιπῶν, ὥσπερ καὶ μέχρι νῦν τῶν βαρβάρων ὑπολαμβάνειν τοὺς πλείστους· ὕστερον δέ φησιν εἰς ἔννοιαν καὶ τῶν ἄλλων θεῶν τῶν ἀσωμάτων Ἕλληνας ἐλθόντας τῷ αὐτῷ κἀκείνους προσαγορεῦσαι ὀνόματι. ἔστιν δὲ τὰ ἐν τῷ Κρατύλῳ Πλάτωνος ἐπὶ λέξεως ταῦτα ‘Ἆρ' οὖν οὐ δίκαιον ἀπὸ τῶν θεῶν ἄρχεσθαι σκοπουμένους, πῇ ποτε αὐτὸ τοῦτο τὸ ὄνομα οἱ θεοὶ ὀρθῶς ἐκλήθησαν; Εἰκός γε. Τοιόνδε τοίνυν ἔγωγε ὑποπτεύω. φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν περὶ τὴν Ἑλλάδα τούτους μόνους τοὺς θεοὺς ἡγεῖσθαι, ὥσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ θεῖν θεοὺς αὐτοὺς ἐπονομάσαι, ὕστερον δὲ κατανοοῦντες τοὺς ἄλλους ἅπαντας ἤδη τούτῳ τῷ ὀνόματι προσαγορεύειν. ἔοικέ τι, ὃ λέγω, τῇ ἀληθείᾳ ἢ οὐδέν; Πάνυ μὲν οὖν ἔοικε’.