Ancient Greek · ~6 min
Page 637
Joannes Philoponus Phil., De aeternitate mundi 637
Not analysed yet
εἰ τοίνυν τὸ θεός ὄνομα τοῖς οὐρανίοις ἀπὸ τοῦ ἀεὶ θεῖν ὑπὸ τῶν πάλαι Ἑλλήνων τεθῆναι Πλάτων νενόμικεν, ὕστερον δὲ αὐτὸ καὶ ἐπὶ τοὺς ἄλλους θεοὺς τοὺς νοητοὺς γνωσθέντας ἤδη μετενηνέχθαι, δῆλον, ὡς ὁμωνύμως ἐπί τε τῶν ἀσωμάτων θεῶν καὶ ἐπὶ τοῦ κόσμου τὸ τοῦ θεοῦ κεῖσθαι βούλεται ὄνομα. εἰ γὰρ ὁ οὐρανὸς παρὰ τὸ ἀεὶ θεῖν θεὸς προσηγόρευται, τὰ δὲ νοερὰ καὶ ἀσώματα κινήσεως ἁπάσης ἐστὶν ὑπέρτερα, οὐκ ἄρα δήπου κατὰ τὴν αὐτὴν ἔννοιαν κἀκεῖνα θεοὺς προσαγορεύειν νοῦν ἔχων τις, μή τί γε Πλάτων ὑπονοήσειεν. οὐκοῦν τῶν πραγμάτων τῶν ὑπὸ τοῦ ὀνόματος δηλουμένων διεστηκότων ψιλὴ μόνη περὶ τὸ ὄνομα ἡ κοινωνία καταλείπεται. εἰ δὲ περὶ μόνον τὸ ὄνομα ἡ κοινωνία, τίς ἔτι ἀνάγκη φαίνεται διὰ τὸ θεὸν τὸν κόσμον προσαγορεύεσθαι ὑπὸ Πλάτωνος διὰ τοῦτο καὶ ἄτρεπτον αὐτὸν εἶναι κατὰ φύσιν καὶ ἀγένητον συλλογίζεσθαι, διότι τοιαύτην εἶναι τὴν θείαν φύσιν Πλάτων βούλεται; καὶ γὰρ νοερὰν καὶ ἀσώματον εἶναί φησιν ἐκείνην ὁ Πλάτων. οὐκοῦν ὅσον ἐπὶ ταῖς τοῦ Πρόκλου ἐπιχειρήσεσιν καὶ τὸν κόσμον θεὸν εἶναι λέγων νοητὸν εἶναι αὐτὸν καὶ ἀσώματον βούλεται. καίτοι γε καὶ τὰς ἰδέας ὁ Πλάτων τοῖς αὐτοῖς προσαγορεύει ὀνόμασιν, οἷς καὶ τὰ αἰσθητὰ ὀνομάζεται· αὐτὸ γὰρ ζῷον καὶ αὐτοάνθρωπον καὶ τῶν λοιπῶν ἕκαστον συνωνύμως τοῖς αἰσθητοῖς κἀκεῖνά φησιν προσαγορεύεσθαι. ἆρ' οὖν διὰ τὴν τῶν ὀνομάτων ταυτότητα τὸ ἀεὶ ὡσαύτως ἔχειν ἢ καὶ τὸ νοερὸν καὶ τὸ ἀσώματον τοῖς αἰσθητοῖς ζῴοις προσοί-