Ancient Greek · ~3 min
Page 643
Joannes Philoponus Phil., De aeternitate mundi 643
Not analysed yet
παντὸς ποιητέον, ἃ πρῶτα ἀκούουσιν, ὅτι κάλλιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν.’ >***<παντε>λῶς ἀπήλασεν πόλεως· οὐδὲ γὰρ τισὶ μὲν αὐτοῖς τῶν πολιτῶν χρῆσθαι προσέταξεν, τισὶ δὲ μή, ἀλλ' ὡς ἀχρήστους καὶ ἐπιβλαβεῖς πάντας ἐκ πάντων παντελῶς ἀπεώσατο. εἰ δὲ ἐν τῇ καλλίστῃ τῆς πόλεως ἀγωγῇ, ἣν ὁ Πλάτων διέπλασεν, ἐν ᾗ μόνη ἀρετὴ καὶ φρόνησις πολιτεύεται, τοὺς τοσούτους μύθους οὐ καλὸν παραδέχεσθαι ὡς εἰς ἀδικίαν μᾶλλον καὶ τὰς ἀπηγορευμένας ἐκκαλοῦντας τῶν πράξεων, ἥκιστά γε ἐν ταῖς καθ' ἡμᾶς ἂν εἶεν δεκτοὶ πόλεσιν, ἐν αἷς ὡς ἐπὶ τὸ πλεῖστον τὸ ἡδὺ τοῦ ἀγαθοῦ καὶ τὸ χεῖρον τοῦ βελτίονος προτετίμηται. οὐδὲ τοσοῦτον ἄρα τοῦ συμφέροντος ἀνθρώποις ὁ τοῖς ποιηταῖς ἐνεργήσας δαίμων ἐφρόντισεν, ὅσον οὐ μόνον τῆς ἰδίας ὁ Πλάτων πόλεως καὶ ταῦτα μέχρι μόνης ὑποθέσεως