Ancient Greek · ~5 min
Page 644
Joannes Philoponus Phil., De aeternitate mundi 644
Not analysed yet
καὶ λόγων κειμένης ἀλλὰ καὶ πᾶς ὁστισοῦν τῆς τῶν ὑπ' αὐτῷ ἀντέχεται μετριότητος. πονηρῶν ἄρα δαιμόνων ἔργον ἐπ' ὀλέθρῳ τῶν ἀνθρώπων τοὺς ποιητικοὺς μύθους τῷ βίῳ ἡμῶν ἐπεισήγαγεν, ὅπερ καὶ Πλάτων εἰδὼς τῆς ἰδίας αὐτοὺς αὑτοῦ ἀπεκήρυξε πόλεως. εἰ οὖν ἐν τούτοις μὲν ὁ Πλάτων τοὺς μύθους ἀποσκευάζεται, ἐν δὲ τῷ Τιμαίῳ πιστεύειν φησὶν δεῖν τοῖς τούτους ἡμῖν εἰσηγησαμένοις θεῶν ἐκγόνοις οὖσιν, ὡς ἔφασαν, καὶ σαφῶς τοὺς αὑτῶν εἰδόσι προγόνους (οὐ γὰρ εἶναι δυνατὸν θεῶν παισὶν ἀπιστεῖν), ταῦτα δὲ συμβῆναι καὶ συμφωνεῖν ἀλλήλοις ἀδύνατόν ἐστιν, πρόδηλος ἂν εἴη παντί, ὡς ὅπου μὲν ἐξ οἰκείας γνώμης τὰ αὑτῷ δοκοῦντα τοὺς γνησίους τῶν μαθητῶν ἐκπαιδεύει (περὶ γὰρ ἀγωγῆς ἀνθρώπων ἐν τῇ πολιτείᾳ τοὺς λόγους ποιεῖται), ὅπου δὲ τὸ πλῆθος ἀφοσιοῦται τὸν ἐξ αὐτῶν ἐκφεύγων κίνδυνον. πρὸς Διονύσιον γοῦν ἐπιστέλλων τὸν τύραννον οὐκ Ἀθηναίων ἀλλὰ Συρακουσίων ἡγούμενον τῶν μὲν σπουδαίων ἑαυτοῦ φησιν ἐπιστολῶν θεὸν εἶναι ἀρχήν, θεοὺς δὲ τῶν μὴ τοιούτων· ἔχει δ' ἡ λέξις οὕτως ‘περὶ δὲ τοῦ ξυμβόλου τοῦ περὶ τὰς ἐπιστολάς, ὅσας τε ἂν ἐπιστέλλω σπουδῇ καὶ ὅσας ἂν μή, οἴομαί σε μεμνῆσθαι, ὅμως δ' ἐννόει καὶ πάνυ πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ οἱ κελεύοντες γράφειν, ὥστ' οὐ ῥᾴδιον φανερῶς διωθεῖσθαι· τῆς μὲν γὰρ δὴ σπουδαίας ἐπι-