Ancient Greek · ~6 min
Page 96
Joannes Philoponus Phil., De aeternitate mundi 96
Not analysed yet
ὑπόστασις· λέγει γοῦν ἐν τῷ μνημονευθέντι λόγῳ κατὰ λέξιν ταῦτα ‘εἰ δὲ τὸν ποτὲ ἐσόμενον καλεῖ θεὸν τὸν κόσμον ὁ Τίμαιος (ἴσως γὰρ ἂν τοῦτό τινας θράξειεν), μήποτε ἐν μέρει χρόνου δίδωσιν αὐτῷ τὴν γένεσιν· τὸ γὰρ ποτέ τοῦ χρόνου μέρος τι εἶναι λεκτέον ἡμῖν. ὡς ἄρα πᾶν τὸ ἐν χρόνῳ ὂν εἴτε ἀπείρῳ εἴτε πεπερασμένῳ ἀεὶ ποτὲ ἔσται (ὅσον γὰρ ἔστιν αὐτοῦ, τοῦτο ἔν τινι χρόνῳ ἐστίν· οὐ γὰρ ἅμα ὅλος ὁ χρόνος ἐστὶν ἀλλὰ κατὰ μέρος), εἴ τι οὖν ἐν χρόνῳ ἐστίν, κἂν εἰς τὸν ἄπειρον ἐκτείνηται χρόνον, ἔστιν μὲν ποτέ, γίνεται δὲ ἐπ' ἄπειρον ἀλλ' οὐ ποτέ, <ἀπ' ἄλλου ποτέ> εἰς ἄλλο <ποτέ> ἀεὶ μεθιστάμενον, καὶ ἦν ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ· καὶ ἀεὶ μὲν ἕτερον τὸ ποτέ τοῦτο, ἔστιν δὲ ὅμως, ἐν ᾧ ἔστιν ποτέ. τὸ μὲν οὖν ἐν μέρει χρόνου τὴν ὑπόστασιν ἔχον καὶ γίνεται ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ, τὸ δὲ ἐν παντὶ τῷ χρόνῳ ἔστιν μὲν ποτέ, γίνεται δὲ ἀεί, μιμησάμενον τῷ ἀεὶ γίνεσθαι τὸ ἀεὶ ὄν’. εἰ οὖν, ὡς καὶ αὐτῷ δοκεῖ τῷ Πρόκλῳ, διὰ τὸ ἐν χρόνῳ εἶναι ὁ κόσμος ἀεὶ ποτέ ἐστιν, διὰ τί, ὅσον ἐστὶν τοῦ κόσμου ἐν ὑποστάσει, τοῦτο ἐν μέρει τινὶ τοῦ χρόνου ἐστίν; ἐπεὶ μὴ ἅμα ὅλος ὁ χρόνος ὑφέστηκεν ἀλλὰ κατὰ μέρος καὶ ἀεὶ ἀπὸ ἄλλου ποτέ εἰς ἄλλο ποτέ μεθίσταται καί, ὥσπερ ἦν ποτὲ καὶ ἔστιν νῦν ποτέ, οὕτως καὶ ἔσται ποτέ, τὸ δὲ ποτὲ ἐσό-