Ancient Greek · ~6 min
Page 95
Joannes Philoponus Phil., De aeternitate mundi 95
Not analysed yet
ἀεὶ δημιουργούμενον’· καὶ ἐν τῷ τετάρτῳ δὲ καὶ ἐν τῷ πέμπτῳ τὰ αὐτά φησιν, καὶ ἐν τῷ ἀρτίως δὲ μνημονευθέντι λόγῳ, ὃν πρὸς τὸν Ἀριστοτέλην ὑπὲρ τοῦ Τιμαίου γέγραφεν, ἐπὶ λέξεώς φησιν ὁ Πρόκλος ὡς ‘ἀεὶ ὁ κόσμος δημιουργεῖται’ καὶ ὅτι ‘ὡς ὁ δημιουργὸς καὶ δεδημιούργηκεν ἀεὶ καὶ δημιουργεῖ, οὕτως καὶ ὁ κόσμος ἀεὶ δημιουργεῖται καὶ γινόμενος γέγονεν καὶ γεγονὼς ἀεὶ γίνεται’, καὶ μετ' ὀλίγα ‘ὥστε ἀεὶ ὁ κόσμος δημιουργεῖται, καὶ ὡς ἐκεῖνος καὶ δεδημιούργηκεν ἀεὶ καὶ δημιουργεῖ, οὕτω καὶ ὁ κόσμος καὶ δεδημιούργηται καὶ δημιουργεῖται ἀεὶ καὶ γινόμενος γέγονεν καὶ γεγονὼς ἀεὶ γίνεται’ —εἰ οὖν ταῦτα ἀληθῆ, θαυμάζω, πῶς οὐ συνεῖδεν, ὡς αὐτὸς τοῖς αὑτοῦ πτεροῖς ἁλώσεται· εἰ γὰρ καὶ δεδημιούργηκεν ἤδη τὸν κόσμον ὁ θεὸς καὶ δημιουργεῖ νῦν καὶ διὰ τοῦτο καὶ ὁ κόσμος καὶ γέγονεν ἤδη καὶ γίνεται νῦν καὶ γενήσεται κατὰ τὸ ἐσόμενον τοῦ χρόνου διὰ τὸ μὴ ἀθρόαν ἔχειν πᾶσαν παροῦσαν τὴν ὕπαρξιν ὥσπερ τὰ αἰώνια ἀλλὰ συνδιαιρουμένην τῷ χρόνῳ, ἀνάγκη δήπου τὸν νῦν γινόμενον, πρὶν τὸ νῦν ἐνστῆναι, καθὸ νῦν γίνεται, πρότερον δυνάμει εἶναι· εἰ γὰρ καὶ πρότερον ἐνεργείᾳ ἦν, ἀλλ' οὐ καθὸ νῦν ἐστιν, ἀλλὰ καθὸ τότε ἐγένετό [τό] τε καὶ ἦν, ἐνεργείᾳ ὑπῆρχεν· εἰ γάρ, καθὸ νῦν γίνεται καὶ ἔστιν, πρὶν τὸ νῦν ἐνστῆναι ἐνεργείᾳ ἦν πρότερον, οὐκέτ' ἂν ἀεὶ γίνοιτο ὁ κόσμος οὐδὲ τὸ εἶναι αὐτοῦ τῇ τοῦ χρόνου διαστάσει συνδιίσταται ἀλλ' ἀθρόαν ἔχει τὴν ὕπαρξιν ὥσπερ τὰ αἰώνια. ἀλλ' οὐδὲ αὐτῷ τῷ Πρόκλῳ τοιαύτη εἶναι δοκεῖ ἡ τοῦ κόσμου