Ancient Greek · ~6 min
Page 98
Joannes Philoponus Phil., De aeternitate mundi 98
Not analysed yet
κόσμος, νῦν οὔπω ἐστὶν ἐνεργείᾳ ἀλλὰ δυνάμει, καὶ ὁ αἴτιος ἄρα τῆς ἐσομένης αὐτοῦ ὑπάρξεως νῦν δυνάμει ἐστὶν αὐτοῦ αἴτιος, καθὸ γενήσεται, ἐπεὶ καὶ τοῦ ἐσομένου χρόνου δυνάμει νῦν αἴτιος ὁ θεός. ἀεὶ δὲ ἔσται χρόνος καὶ ἀεὶ ἔσται ποτὲ ἡ τοῦ κόσμου ὕπαρξις, ἀεὶ ἄρα καὶ ὁ θεὸς δυνάμει ἔσται καὶ τοῦ χρόνου καὶ τοῦ κόσμου αἴτιος· ὡς γὰρ τὸν οἰκοδόμον τὸ ἤδη ᾠκοδομηκέναι οὐκ ἀφαιρεῖται τοῦ εἶναι δυνάμει τῶν οἰκοδομηθησομένων οἰκοδόμον, ἀλλά, καθὸ μὲν ᾠκοδόμηκεν, ἐνεργείᾳ ἐστὶν οἰκοδόμος, καθὸ δὲ οἰκοδομήσει, δυνάμει, οὕτω δήπου καὶ ὁ θεός, καθὸ μὲν ὑπέστησε ποτὲ κόσμον καὶ τὸν χρόνον, ἐνεργείᾳ ἐστὶν αὐτῶν αἴτιος, καθὸ δὲ ἔσται ποτὲ ὅ τε κόσμος καὶ ὁ χρόνος, δυνάμει ἦν τε καὶ ἔστιν αὐτῶν αἴτιος· ἀεὶ δὲ ἔσται ποτὲ ὁ κόσμος καὶ ὁ χρόνος, ἀεὶ ἄρα δυνάμει ἔσται αὐτῶν δημιουργὸς ὁ θεός. ὅσῳ οὖν χεῖρόν τε καὶ ἀτελέστερον τὸ ἀεὶ εἶναι δυνάμει τοῦ ποτέ, τοσούτῳ μᾶλλον εἰς μείζονα ἀτοπίαν ἐκπίπτει ἡ περὶ τῆς ἀειγενεσίας τοῦ κόσμου αὐτῶν ὑπόθεσις διὰ τὴν περιδέξιόν τε καὶ ἄφυκτον αὐτῶν κατὰ τῆς ἀληθείας ἐπιχείρησιν. ειʹ. Οὐκ ἄχρηστον δ' οἶμαι τὴν τοῦ Πρόκλου περὶ τοὺς λόγους κακουργίαν κατανοῆσαι καὶ ἐν οἷς αὐτοῦ νῦν παρεθέμεθα ῥήμασιν. συναισθόμενος γὰρ τοῦ λόγου, εἰς ὅτι φέρεται, λέγω δὴ εἰς τὸ τὸν δημιουργὸν ἀεὶ δυνάμει εἶναι, ἐπικρύψαι μὲν τοῦτο τῇ δεινότητι τοῦ λόγου ἐπιχειρεῖ, οὐδὲν δὲ ἧττον καὶ οὕτως εὐφώρατος ὑπὸ τῆς ἀληθείας γεγένηται· εἰπὼν γὰρ ὡς