Ancient Greek · ~6 min
Page 99
Joannes Philoponus Phil., De aeternitate mundi 99
Not analysed yet
’πᾶν τὸ ἐν χρόνῳ ὂν εἴτε ἀπείρῳ εἴτε πεπερασμένῳ ἀεὶ ποτέ ἐστιν, διότι, ὅσον ἔστιν αὐτοῦ, ἔν τινι χρόνῳ τοῦτό ἐστιν· οὐ γὰρ ἅμα ὅλος ὁ χρόνος ἐστὶν ἀλλὰ κατὰ μέρος’ καὶ πάλιν ὅτι ‘εἴ τι ἐν χρόνῳ ἐστίν, κἂν εἰς τὸν ἄπειρον ἐκτείνηται χρόνον, ποτέ ἐστιν’ καὶ ὅτι ‘ἀεὶ ἀπὸ ἄλλου ποτέ εἰς ἄλλο ποτέ μεθίσταται καὶ ἦν ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ’ καὶ ὅτι ‘ἀεὶ μὲν ἕτερον τὸ ποτέ, ἔστιν δ' ὅμως, ἐν ᾧ ἔστιν ποτέ’, ταῦτα εἰπὼν καὶ συναισθόμενος, ὅπερ εἶπον, ὡς ἀνάγκη κατὰ τὰς αὑτοῦ ὑποθέσεις τὸν τοῦ ποτὲ ἐσομένου αἴτιον, καθὸ ἔσται ποτέ, νῦν δυνάμει εἶναι αἴτιον—οὐ γὰρ δή γε ἐνεργείᾳ, εἴ γε ἀδύνατον τὸ ἐσόμενον, καθὸ ἔσται, νῦν ἐνεργείᾳ εἶναι—, ἐπικρύψαι τοῦτο βουλόμενος προσέθηκεν ὡς ‘ἔστιν μὲν ποτέ, γίνεται δ' ἐπ' ἄπειρον ἀλλ' οὐ ποτέ’ καὶ πάλιν ‘τὸ μὲν οὖν ἐν μέρει τοῦ χρόνου τὴν ὑπόστασιν ἔχον καὶ γίνεται ποτὲ καὶ ἔστιν ποτὲ <καὶ ἔσται ποτέ>, τὸ δὲ ἐν παντὶ τῷ χρόνῳ ἔστιν μὲν ποτέ, γίνεται δὲ ἀεί’, ἵνα τῷ ἀεὶ λέγειν γενέσθαι καὶ μὴ ποτὲ ἐκφύγῃ τὸ δυνάμει λέγειν εἶναι τὸν τοῦ γινομένου ποιητήν, ὡς νενόμικεν. καίτοι εἴπερ ἀεὶ ἐν συνεχεῖ καὶ ἀδιακόπῳ γενέσει ὁ κόσμος ὑφέστηκεν καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, εἰ μὴ ποτὲ γίνεται ἀλλ' ἀεί, οὐ ποτὲ ἔσται ἀλλ' ἀεί· τὸ γὰρ εἶναι αὐτοῦ ἐν τῷ γίνεσθαι τὴν ὑπόστασιν ἔχει. εἰ δὲ διὰ τὸ ἐν χρόνῳ ὑφεστάναι τὸν κόσμον καὶ μὴ ἔχειν ἀθρόαν πᾶσαν ὁμοῦ τὴν αὑτοῦ ἐνεστηκυῖαν ὕπαρ-