Ancient Greek · ~3 min
Page 1
Joannes Philoponus Phil., De opificio mundi 1
Not analysed yet
ΙΩΑΝΝΟΥ ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΤΩΝ ΕΙΣ ΤΗΝ ΜΩΥΣΕΩΣ ΚΟΣΜΟΓΟΝΙΑΝ ΕΞΗΓΗΤΙΚΩΝ λόγος πρῶτος. Προοίμιον. Πολὺς μὲν ἐμοὶ περὶ τῆς τοῦ κόσμου γενέσεως ἐν πολλαῖς πραγματείαις διήνυσται λόγος, τούς τε ποικίλους τῶν συλλογισμῶν καὶ δυσδιεξόδους ἀνελίσσοντι λαβυρίνθους, δι' ὧν οἱ ἐκ τῆς σεμνῆς φιλοσοφίας μὴ γεγονέναι τουτονὶ τὸν κόσμον δεικνύειν ἔδοξαν, ὡς κινδυνεύειν ἐντεῦθεν μηδ' ὅλως αὐτοῦ δημιουργὸν εἶναι πιστεύειν θεόν, εἰ μὴ τοῦτον οὐκ ὄντα παρήγαγε· δέδειχα δὲ καὶ ὡς ἀρχὴν ἔχει τοῦ εἶναι, πλείοσιν ἐπιβολαῖς τοῦτο συλλογισάμενος. πολλοὶ δὲ διὰ ταῦτα συνεχῶς ἡμῖν ἠνώχλουν ἠρέμα πως καὶ ὑπωνείδιζον, ὡς τῶν ἐξωτερικῶν μὲν λόγων πρὸς ἔλεγχον διηγώνισταί μοι τάχα που καὶ πέρα δυνάμεως, τῶν δὲ τοῦ μεγάλου Μωϋσέως περὶ τῆς τοῦ κόσμου παρα-