Ancient Greek · ~4 min
Page 2
Joannes Philoponus Phil., De opificio mundi 2
Not analysed yet
γωγῆς θεόθεν ἡκόντων ἀμελήσαιμι ῥημάτων, περιελκομένων οὐκ ἀνεκτῶς ὑπὸ τῶν ἐπεσκέφθαι τοῦ παντὸς φρυαττομένων τὴν διακόσμησιν, ὡς οὐ τοῖς φαινομένοις Μωϋσῆς πεφυσιολόγηκε σύμφωνα. μάλιστα δὲ σύ, τιμιωτάτη μοι κεφαλή, Σέργιε, καὶ τῶν ἐν ἀρχιερεῦσι θεοῦ τελούντων μέγιστον ἐγκαλλώπισμα, πολὺς ἐπέκεισο προτρέπων, μονονουχὶ καὶ βιαζόμενος, τὰ εἰς ἐμὴν συνεισφέρειν τῷ πράγματι δύναμιν. συνεργὸς δέ σοι τοῦ σπουδάσματος ἦν ὁ γνώριμος τοῦ γένους οὐκ ἐλάττων τὴν θεοσέβειαν Ἀθανάσιος, οἷα σκύμνος τῷ εἰς ἀρετὴν θρεψαμένῳ συμπαραθέων. πολιὸς δὲ νοῦς ἐν ἀσκήσει λόγων αἰδέσιμον ποιεῖ νεότητα. αʹ. Τίς ὁ τῆς προκειμένης πραγματείας σκοπὸς καὶ τίς ἐν τῷ περὶ τῆς τοῦ κόσμου γενέσεως συγγράμματι τῷ Μωϋσεῖ πρόθεσις. Πολλαὶ μὲν οὖν εἰς τὴν πραγματείαν ἐκείνην ὑπὸ πολλῶν οὐκ ἄκομψοι σπουδαὶ κατεβλήθησαν καὶ μάλιστα Βασιλείῳ τῷ πάνυ, θείᾳ τε καὶ ἀνθρωπίνῃ πάσῃ κεκοσμημένῳ σοφίᾳ. ἐπειδὴ δὲ τῶν αὐτῆς μερῶν ἔτι διαπορεῖταί τινα, οὔπω τοῖς φαινομένοις ὁμολογεῖν πιστευόμενα, παραλέλειπται δὲ Βασιλείῳ δικαίως ἐπ' ἐκκλησίας τοὺς ἑαυτοῦ πρὸς ὠφέλειαν τοῦ πλήθους δημοσιεύοντι λόγους, ὡς τῇ ἰδιώτιδι καὶ ἀκοῇ καὶ διανοίᾳ μὴ σύμμετρα, ταῦτα πρὸς δύναμιν ἐγὼ συνεργοῦντος θεοῦ ζητῆσαι πειράσομαι.