Ancient Greek · ~5 min
Page 100
Joannes Philoponus Phil., De opificio mundi 100
Not analysed yet
παντελῶς. καὶ ἀπ' αὐτῆς δὲ τῆς περὶ Τιβερίου Καίσαρος ἱστορίας δείκνυται· βασιλεύειν μὲν γὰρ αὐτόν φησιν ὁ Φλέγων τῷ δευτέρῳ ἔτει τῆς ἑκατοστῆς ἐνενηκοστῆς ὀγδόης ὀλυμπιάδος. τὴν δὲ ἔκλειψιν γεγονέναι ἐν τῷ τετάρτῳ ἔτει τῆς διακοσιοστῆς δευτέρας ὀλυμπιάδος, ὡς συνάγεσθαι ἀπὸ τῆς ἀρχῆς τοῦ βασιλεῦσαι Τιβέριον ἕως τοῦ τετάρτου ἔτους τῆς διακοσιοστῆς δευτέρας ὀλυμπιάδος ἐγγύς που ἔτη δέκα καὶ ἐννέα, τρία μὲν τῆς ἑκατοστῆς ἐνενηκοστῆς ὀγδόης, τῶν δὲ ἄλλων τεσσάρων δέκα καὶ ἕξ. τοῦτο δὲ καὶ Λουκᾶς ἐν τοῖς εὐαγγελίοις ἱστόρησε. τῷ γὰρ πεντεκαιδεκάτῳ ἔτει τῆς Τιβερίου βασιλείας φησὶ τὸ κήρυγμα Ἰωάννου τοῦ Βαπτιστοῦ γεγονέναι, ἐξ οὗ τὴν ἀρχὴν τὸ τοῦ σωτῆρος εἴληφε τὸ εὐαγγελικόν. παρέτεινε δὲ οὐδ' εἰς ὅλους τέσσαρας ἐνιαυτούς, ὡς Εὐσέβιος ἐν τῷ πρώτῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας ἔδειξεν ἐκ τῆς ἀρχαιολογίας Ἰωσήπου τοῦτο συναγαγών. ἀρξάμενον γὰρ ἐπὶ Ἄννα τοῦ ἀρχιερέως καὶ μετ' αὐτὸν τριῶν ἄλλων ἀρχιερέων γενομένων—ἐνιαύσιος δὲ ὁ τῆς ἀρχιερωσύνης ἦν χρόνος—εἰς τὴν ἀρχὴν τοῦ μετ' ἐκείνους ἱερατεύσαντος Καϊάφα πέρας εἴληφε σταυρωθέντος Χριστοῦ. ἦν δὲ τὸ ἔτος ἐκεῖνο τῆς Τιβερίου Καίσαρος βασιλείας ἐννεακαιδέκατον, ἐν ᾧ ἡ σωτήριος τοῦ κόσμου γέγονε τοῦ Χριστοῦ σταύρωσις καὶ ἡ ἐπ' αὐτῇ παράδοξος καὶ ἀσυνήθης τῇ φύσει ἔκλειψις ἡλιακὴ τοῦτον γενομένη τὸν τρόπον, ὃν ὁ