Ancient Greek
Page 101
Joannes Philoponus Phil., De opificio mundi 101
Not analysed yet
Ἀρεοπαγίτης ἔγραψε Διονύσιος ἐν τῇ πρὸς Πολύκαρπον τὸν ἱεράρχην ἐπιστολῇ. Ἵνα οὖν ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν εἰς σκότος τὰς τρεῖς ὥρας ἐπὶ πᾶσαν γεγονέναι τὴν γῆν—ὁ δὲ τοῦ κυρίου θάνατος περὶ τὴν ἐνάτην γέγονεν ὥραν τουτέστι τῆς ὀγδόης ἀνυομένης καὶ τοῦ σκότους ἔτι ὄντος, ὅπερ δύσιν ἡλίου ἐκάλεσεν ὁ Ἀμῶς καὶ ὁ Φλέγων νύκτα, ἐν ᾗ τὸ πνεῦμά τε παρέδωκεν ὁ Χριστὸς καὶ τὰ ἐπὶ τούτῳ σημεῖα γέγονεν ἃ διηγεῖται τὸ εὐαγγέλιον—προφανὲς οἶμαι λοιπόν, ὅτι νύκτα τὸ σκότος τοῦτο καὶ ἡλίου δύσιν λογιστέον μίαν οὖσαν τῆς ἐν ᾅδου τοῦ κυρίου καθόδου. καὶ οὕτως αἱ τρεῖς ἡμέραι καὶ αἱ τρεῖς σωθήσονται νύκτες καὶ τῷ σαββάτῳ τὴν πρὸ τῆς κυριακῆς λογιούμεθα νύκτα, καὶ μετὰ τὴν συμπλήρωσιν τῶν τριῶν νυκτῶν καὶ τῶν δύο ἡμερῶν τῇ ἀρχῇ τῆς τρίτης ὄρθρου βαθέος, ἥτις ἐστὶν ἡ κυριακή, γέγονεν ἡ ἀνάστασις· ἀπὸ μέρους δὲ τὰς ἡμέρας ἀριθμεῖν εἰώθαμεν ἅπαντες· εἰ δὲ τὴν μετὰ τὸ σάββατον νύκτα μέρος εἶναι τῆς κυριακῆς ἐροῦμεν καὶ τὴν μετὰ τὴν παρασκευὴν τοῦ σαββάτου, δύο νυχθήμερα εὑρίσκονται μόνα, ἡ παρασκευή, μᾶλλον δὲ αἱ τρεῖς αὐτῆς ὧραι ἀντὶ μιᾶς ἡμέρας, καὶ τὸ σάββατον δευτέρα, καὶ δύο νύκτες, ἥ τε μετὰ τὴν παρασκευὴν καὶ ἡ μετὰ τὸ σάββατον. καὶ πῶς ἀληθεύσει τὸ ἐν τῇ καρδίᾳ μεῖναι τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας; οὐ γὰρ ἁπλῶς εἴρηκε τρεῖς ἡμέρας, ἵνα τὰς μὲν τρεῖς ὥρας τῆς παρασκευῆς τῆς μετὰ τὸ σκότος