Ancient Greek · ~5 min
Page 105
Joannes Philoponus Phil., De opificio mundi 105
Not analysed yet
ζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἀπὸ τῆς γῆς· εἶπαν γάρ, ὅτι πάντες ἡμεῖς ἀποθνῄσκομεν. ἀνέλαβεν δὲ ὁ λαὸς τὸ σταῖς αὐτῶν πρὸ τοῦ ζυμωθῆναι τὰ φυράματα αὐτῶν ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμων. οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐποίησαν, καθὰ συνέταξεν αὐτοῖς Μωϋσῆς καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἱματισμόν. καὶ κύριος ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων καὶ ἔχρησαν αὐτοῖς καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους’. Εἰ δὲ ὁ τῶν πρωτοτόκων ὄλεθρος μέσην γέγονε νύκτα καὶ μετὰ ταύτην οἱ Αἰγύπτιοι τοῦ γενομένου συναισθόμενοι διανέστησαν τεθορυβημένοι καὶ κράζοντες καὶ τὸν Φαραὼ δηλονότι κατεπείγοντες ἀπολῦσαι τὸν λαὸν καὶ ἐπὶ τούτῳ Φαραὼ τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν μεταστειλάμενος τὰ εἰρημένα πρὸς αὐτοὺς εἶπεν, καὶ τούτων γενομένων ὑπὸ τῶν Αἰγυπτίων ἐπειγόμενοι συνεστράφησαν πρὸς τὴν ἔξοδον παρασκευαζόμενοι μετὰ πάσης αὐτῶν τῆς ἀποσκευῆς γυναικῶν τε καὶ τέκνων καὶ κτηνῶν καὶ πάντων, ὅσα αὐτοῖς ὑπῆρχεν, πόσας οἴει μετὰ τὸ μεσονύκτιον διαγενέσθαι ὥρας, ἐν αἷς τὰ τοιαῦτα τοῖς τε Αἰγυπτίοις καὶ τοῖς Ἰσραηλίταις ἐπράχθη; δῆλον οὖν, ὡς εἶπον, ὅτι περὶ αὐτὴν τὴν ἕω νυκτὸς ἔτι οὔσης ἡ ἐξ Αἰγύπτου τῶν Ἰσραηλιτῶν ἠπειγμένη γέγονεν ἔξοδος. ἐν γὰρ τῷ Δευτερονομίῳ ‘φύλαξαι τὸν μῆνα’ φησί ‘τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα κυρίῳ τῷ θεῷ σου. ὅτι ἐν μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου νυκτός’. ἥτις