Ancient Greek · ~6 min
Page 104
Joannes Philoponus Phil., De opificio mundi 104
Not analysed yet
προβάτου πυρὶ κατακαίεσθαι κελεύει· παρεληλυθότος γὰρ τοῦ πάσχα μετὰ τὴν νύκτα ἡ τοῦ προβάτου λοιπὸν εἰς τὴν ἕω βρῶσις ὑπῆρχεν ἀθέμιτος· εἰ δὲ ἡ νύξ, ἐν ᾗ τὸ πρόβατον ἠσθίετο, μὴ τῆς τεσσαρεσκαιδεκάτης ἦν, ἀλλὰ τῆς πεντεκαιδεκάτης μέρος ὑπῆρχεν, οὐκ ἂν μετὰ τὴν νύκτα τοῦ προβάτου τὴν βρῶσιν ἀπηγόρευεν ὡς ἀθέμιτον. νῦν δὲ ἐσθίεται μὲν τῇ τεσσαρεσκαιδεκάτῃ ἥτις ἐστὶν πάσχα. ἑορτὴ δὲ πρώτη τῶν ἀζύμων ἐστὶν ἡ πεντεκαιδεκάτη, καθ' ἣν ἡ ἐξ Αἰγύπτου τῶν υἱῶν Ἰσραὴλ γέγονεν ἔξοδος. Ὅτι δὲ οὐ μετὰ τὴν τοῦ ἡλίου ἀνατολήν, ἀλλ' ἔτι σκότους ὄντος μετὰ ἑωσφόρον ἡ τῶν υἱῶν Ἰσραὴλ γέγονεν ἔξοδος, ὡς ἐξ ἐκείνου λοιπὸν τὴν πεντεκαιδεκάτην ἀριθμεῖσθαι, καθ' ἣν ἐξῆλθον, δῆλον ἔσται τὴν περὶ τούτου Μωσαϊκὴν ἱστορίαν ἀναγινωσκόντων ἡμῶν οὕτως ἔχουσαν· ‘ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς καὶ κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἀπὸ πρωτοτόκου Φαραὼ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ καὶ πᾶν πρωτότοκον κτήνους. καὶ ἀνέστη Φαραὼ νυκτὸς καὶ πάντες οἱ θεράποντες αὐτοῦ καὶ πάντες οἱ Αἰγύπτιοι. καὶ ἐγενήθη κραυγὴ μεγάλη ἐν πάσῃ γῇ Αἰγύπτου· οὐ γὰρ ἦν οἰκία, ἐν ᾗ οὐκ ἦν ἐν αὐτῇ τεθνηκώς. καὶ ἐκάλεσεν Φαραὼ Μωϋσῆν καὶ Ἀαρὼν νυκτὸς καὶ εἶπεν αὐτοῖς· ἀνάστητε καὶ ἐξέλθατε ἐκ τοῦ λαοῦ μου καὶ ὑμεῖς καὶ οἱ υἱοὶ Ἰσραήλ. βαδίζετε καὶ λατρεύετε κυρίῳ τῷ θεῷ ὑμῶν, καθὰ λέγετε, καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλαβόντες πορεύεσθε. εὐλογήσατε δὲ κἀμέ. καὶ κατεβιά-