Ancient Greek
Page 108
Joannes Philoponus Phil., De opificio mundi 108
Not analysed yet
λέγεται πραγμάτων, ὡς ὅταν εἴπω· πρῶτος ἐν προφήταις ἐστὶ Μωϋσῆς, δεύτερος φέρε Σαμουὴλ καὶ ἐφεξῆς· ὁμοίως πρώτη ἐστὶν ἡ Γένεσις, δευτέρα ἡ Ἔξοδος. ἡμέραν δὲ καλοῦμεν τὴν ἀπὸ τοῦ ἀνατολικοῦ ὁρίζοντος εἰς τὸν αὐτὸν πάλιν τοῦ ἡλίου ἀποκατάστασιν, καὶ ἕτερόν τι ποιητικὸν ἡμέρας οὐκ ἔστι. πάλιν οὖν ἡ αὐτὴ περιδίνησις ἄλλην ἡμέραν ποιεῖ καὶ πάλιν ἄλλην. μία οὖν ἐστιν ἡμέρα ἡ τοῦ ἡλίου ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκατάστασις, ἐφ' ἑαυτὴν πολλάκις ἀνακυκλουμένη καὶ τὸ τῶν ἡμερῶν ποιοῦσα πλῆθος· ἐπεὶ οὖν τῶν ἡμερῶν οὐκ ἔστι διαφορά, ἀλλ' ὡς εἶπον μία ἡ πρώτη τὰς ἄλλας ἀνακυκλουμένη ποιεῖ, εἰκότως ἄρα μίαν αὐτὴν καὶ οὐ πρώτην ὠνόμασε Μωϋσῆς, ἅτε δὴ τῶν ἑξῆς ἁπασῶν οὖσαν γεννητικήν, ὡς καὶ ἡ μονὰς μία ἐστὶ τῇ ἰδίᾳ ἀνακυκλήσει τοὺς ἑξῆς ἀριθμοὺς γεννῶσα. Εὔλογον οὖν τὸ αἴτιον μὴ ποιεῖν τοῖς αἰτιατοῖς σύστοιχον, ἀλλ' ἐκεῖνα μὲν ἐκ τῆς πρὸς αὐτὸ σχέσεως ἔχειν τὸ δεύτερα εἶναι καὶ τρίτα, τοῦτο δὲ ὡς ἐκείνων ἐξῃρημένον τῇ δυνάμει ἄσχετον πρὸς αὐτὰ τὴν προσηγορίαν ἔχειν, ἓν λεγόμενον καὶ μία καὶ εἷς, οὐχὶ δὲ πρῶτος καὶ πρώτη καὶ πρῶτον. ὥσπερ δὲ μία τῶν σαββάτων ἐστὶν ἡ πρώτη τῆς ἑβδομάδος, ἧς κατὰ ἀνακύκλησιν ἡ ἑβδομὰς συμπληροῦται, οὕτω καὶ μία τοῦ μηνὸς κατὰ τὴν αὐτὴν ἀναλογίαν, ἧς ἡ ἀνακύκλησις εἰς ἑαυτὴν τὸν μῆνα ποιεῖ. τοῦτο δὲ λέγω οὐκ ἀναιρῶν παντελῶς παρ' αὐτοῖς τὴν προσηγορίαν τοῦ πρώτου καὶ πρώτης, μόνον δὲ τὸ Ἑβραϊκὸν αἰτιολογῶν ἔθος, ὡς οὐκ ἄλογον ἔσχε τὴν ἐπιτήρησιν. Τούτῳ δὲ κἀκεῖνό ἐστι σύμφωνον ἐπὶ τῆς τῶν