Ancient Greek
Page 109
Joannes Philoponus Phil., De opificio mundi 109
Not analysed yet
μηνῶν ἀπαριθμήσεως. οὐδέποτε τὸν μῆνα τὸν πρῶτον ἕνα λέγουσιν ἀλλὰ μόνως πρῶτον. ‘ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ’ καὶ πάλιν ‘ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός’· ἐπειδὴ καὶ ὁ τριακονθήμερος τοῦ μηνὸς χρόνος καὶ αὐτὸς κατὰ ἀνακύκλησιν τῆς μιᾶς ἡμέρας γίνεται, οὐ μὴν ὁ ἐνιαυτὸς κατὰ ἀνακύκλησιν ἑνὸς μηνός. τὸ γὰρ μέτρον ἐστὶν ἐλάχιστον, ὧν ἐστι μέτρον· ἐλαχίστη δὲ πασῶν ἡ τῆς ἀπλανοῦς κίνησις, ἧς ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκατάστασις ἡμέρα ἐστίν· διὸ ταύτῃ καὶ ὁ πᾶς χρόνος μετρεῖται. τούτου δὲ καὶ ἐπὶ τῶν ποταμῶν ἢ γυναικῶν ἢ ἑτέρων τινῶν τοιούτων ἡ τοῦ ἔθους μετῆλθε κατάχρησις. λόγος τρίτος. Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος’, καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν.