Ancient Greek
Page 11
Joannes Philoponus Phil., De opificio mundi 11
Not analysed yet
Οὐκ ἀγνοῶ δὲ καὶ ἄλλα σημαινόμενα τῆς ἀρχῆς ὑπάρχειν· ἀλλ' οὐδὲν ἐκεῖνα πρὸς τὸ προκείμενον συντελεῖ. Ἄξιον δὲ τῇ Ἀκύλου γραφῇ ἐπιστῆσαι τὸν νοῦν οὕτως ἐχούσῃ· δʹ. Τί τὸ ‘ἐν κεφαλαίῳ’ ἀντὶ τοῦ ‘ἐν ἀρχῇ’ παρὰ τῷ Ἀκύλᾳ σημαίνει. Ἐν κεφαλαίῳ ἔκτισεν ὁ θεὸς σὺν τὸν οὐρανὸν σὺν τὴν γῆν. Τινὲς μὲν οὖν τὸ ‘ἐν κεφαλαίῳ’ ταὐτὸν δηλοῦν φασι τῷ ‘ἐν ἀρχῇ’ ἀπὸ τῆς ἀρχῆς τοῦ σώματος τῆς κεφαλῆς. ἐμοὶ δὲ δοκεῖ μᾶλλον σημαντικὸν εἶναι τοῦ συνῃρημένως ὁμοῦ γενέσθαι οὐρανόν τε καὶ γῆν. οὐ γὰρ τὸ μὲν αὐτῶν πρῶτον, τὸ δὲ δεύτερον ἐποίησεν ὁ θεός. κεφάλαιον γὰρ καλεῖν εἰώθαμεν τὴν ἐν ἑνὶ πολλῶν ἅμα συναίρεσιν ὡς καὶ ὁ τοῦ Σιρὰκ δηλοῖ λέγων· ‘κεφαλαίωσον ἐν ὀλίγῳ πολλά.’ ἐδήλωσε δὲ καὶ ἡ προσθήκη τῆς σὺν προθέσεως συνδυασμὸν ὡς τὰ πολλὰ δηλούσης· σὺν ἐμοὶ ἦλθες, σὺν ἐμοὶ περιπατεῖς, συνέστιος, σύμψηφος. τὸ μὲν γὰρ ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν’ οὐχ οὕτως εἶχεν ἐναργῆ τοῦ ἅμα γενέσθαι τὰ δύο τὴν δήλωσιν. τὸ δὲ ‘ἐν κεφαλαίῳ σὺν τὸν οὐρανὸν