Ancient Greek
Page 10
Joannes Philoponus Phil., De opificio mundi 10
Not analysed yet
καὶ γῆν ἀρχὴν ἐποίησεν ὁ θεός. τὴν δὲ ποιητικὴν ἀρχὴν οὐκ οἶμαι νοεῖν ἐνταῦθα δυνατόν· αὐτὸς γάρ ἐστιν ὁ θεὸς τὸ ποιητικὸν αἴτιον τοῦ κόσμου, ὡς ἡ κατὰ μέρος τῶν γενομένων σημαίνει διήγησις. καὶ οὐκ ἂν ἔλεγεν ὁ προφήτης· ἐν ἑαυτῷ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τινὲς δὲ ‘ἐν ἀρχῇ’ ‘ἐν τῇ σοφίᾳ’ φασί. πάντα γὰρ ἐν σοφίᾳ ἐποίησεν ὁ θεός, τουτέστι τῷ υἱῷ. ‘Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία.’ καὶ ‘πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.’ καὶ πάλιν ‘ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ὁρατὰ καὶ τὰ ἀόρατα.’ οὐκ οἶμαι δὲ τοῦτο δηλοῦν τὸ λόγιον. πρῶτον μὲν οὐ δείκνυται διὰ τούτου ἀρχὴν τοῦ εἶναι λαβὼν ὁ κόσμος, τὴν ἀρχὴν δὲ τῆς τούτου γενέσεως διδάξαι θέλει Μωϋσῆς, ἔπειτα τὸ ἐν τῷ υἱῷ πεποιῆσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν ἀφαιρεῖται τοῦ καὶ τὰ λοιπὰ τῶν δημιουργημάτων ἐν αὐτῷ γεγονέναι. περὶ γὰρ μόνου τοῦ οὐρανοῦ καὶ τῆς γῆς εἴρηται τὸ ἐν ἀρχῇ, οὐ μὴν περὶ πάντων τῶν ἐν τῷ κόσμῳ. καὶ ὅτι ἀκολουθότερον ἦν τὸ δι' αὐτοῦ· τὸ γὰρ ‘ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν’ τὴν συνοχὴν πάντων δηλοῖ καὶ διαμονήν, οὐ τὴν πρώτην ἡμῶν σημαίνει παραγωγήν. ἀλλ' οὐδὲ τὸ τελικὸν αἴτιον παραλαβεῖν εὔλογον· τούτῳ γὰρ τὸ δι' ὃ πρέποι ἂν μᾶλλον ἢ τὸ ἐν ᾧ. καὶ οὐ μόνος οὐρανὸς καὶ γῆ ἀλλὰ καὶ πάντα τὰ ὄντα διὰ τὸ ἀγαθὸν παρῆκται.