Ancient Greek · ~5 min
Page 112
Joannes Philoponus Phil., De opificio mundi 112
Not analysed yet
ρανὸν καθ' ὁμωνυμίαν ἡ γραφὴ γιγνώσκει τὸν ἀέρα. οὐδὲ νομιστέον ἐπανάληψιν εἶναι τοῦ πρώτου τὰ ἐνταῦθα περὶ τοῦ στερεώματος εἰρημένα· καὶ ἐξ αὐτοῦ γὰρ τοῦ χρόνου, καθ' ὃν ἑκάτερος γέγονεν, ἡ διαφορὰ τούτων ἐστὶ γνώριμος· εἴγε ὁ μὲν ἐν τῇ πρώτῃ γέγονεν ἡμέρᾳ, τὸ δὲ στερέωμα τῇ μετ' αὐτὴν δευτέρᾳ. βʹ. Τί ἐστι τὸ πλανῆσάν τινας ἐπανάληψιν εἶναι νομίζειν τοῦ πρώτου οὐρανοῦ τὰ περὶ τοῦ στερεώματος εἰρημένα· καὶ ὡς οὐδὲν τῶν γενομένων ἐν ταῖς ἓξ ἡμέραις πλὴν μόνης τῆς τοῦ ἀνθρώπου γενέσεως ἐπανείληπται. Ἐπλάνησε δὲ τοὺς ὑποπτεύσαντας ἐπανάληψιν εἶναι τοῦ πρώτου τὰ νῦν λεγόμενα ἡ κατὰ τὸν ἄνθρωπον ἀναγκαίως ἐπανάληψις γενομένη τῷ Μωϋσεῖ. εἰπὼν γάρ· ‘καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε, καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε’, καὶ μέλλων τὰ περὶ τῶν ἑξῆς ἀνθρώπων ἱστορεῖν ἀπ' ἀρχῆς μέχρι τῶν γενομένων ἕως τῆς αὐτοῦ τελευτῆς, εἰκότως ἐπὶ τὸν πρῶτον ἀνέδραμεν ἄνθρωπον, ἵνα φυλάξῃ τῇ ἱστορίᾳ τὸ συνεχές· ‘οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν; καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς’, ἐντελεστέραν τε τῆς γενέσεως αὐτοῦ ποιούμενος τὴν διήγησιν, καὶ τὸν τρόπον, καθ'