Ancient Greek · ~6 min
Page 111
Joannes Philoponus Phil., De opificio mundi 111
Not analysed yet
χασιν ἤδη πολλοί. ἱκανὸν δὲ καὶ τὸ ἐν ψαλμοῖς εἰρημένον· ‘ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων’ καὶ πάλιν· ‘αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν’. ἀλλὰ καὶ ὁ Παῦλος ἁρπαγῆναι εἰπὼν ἕως τρίτου οὐρανοῦ τὸ μὴ ἕνα τῷ ἀριθμῷ τὸν οὐρανὸν εἶναι δείκνυσι. διὸ ζητεῖται, τίς ὁ τρίτος ἐστὶν οὐρανός. Καὶ δῆλον οἶμαι πᾶσιν, ὡς ἡ θεία γραφὴ καὶ τὸ μεταξὺ γῆς καὶ οὐρανοῦ σῶμα πᾶν συνεχῶς οὐρανὸν ὀνομάζει. ‘τὰ πετηνὰ τὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ’. ‘καὶ ἔβρεξε κύριος πῦρ καὶ θεῖον παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ’. ‘καὶ οἱ καταράκται τοῦ οὐρανοῦ ἀνεῴχθησαν’. καὶ πολλὴ καὶ ἀπερίληπτος ἡ τούτου χρῆσις καὶ οὐκ ἐν μόνῃ τῇ θείᾳ γραφῇ, ἀλλὰ καὶ ἐν τῇ Ἑλληνικῇ συνηθείᾳ καὶ ἐν τῷ ἔθει τῷ κοινῷ. Τούτου οὖν οὕτως ἔχοντος ὑπερβὰς ὁ Παῦλος τῇ θεωρίᾳ τοῦ νοῦ τὸ μεταξὺ ἅπαν οὐρανοῦ καὶ γῆς καὶ αὐτὸν τὸν ὑποπίπτοντα τῇ αἰσθήσει ἡμῶν διὰ τῶν ἐν αὐτῷ ἀστέρων οὐρανόν, ὃν ἡ γραφὴ στερέωμα προσαγορεύει, καὶ τὸν πρῶτον καὶ ἔξωθεν πάντων, καὶ ἁπλῶς εἰπεῖν πᾶσαν ὑπερανελθὼν τοῦ σωματικοῦ κόσμου τὴν θεωρίαν, γυμνῷ τῷ νῷ μετάρσιος τοῖς ὑπερκοσμίοις ὡμίλησε καὶ θεῷ—’μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ’ φησὶν ὁ κύριος ‘ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται’—καὶ ἀρρήτων ἀνθρώποις ἠξιώθη ῥημάτων ἀκοῦσαι. Οὐκ ἄρα δέον ἐστὶν ἀμφιβάλλειν, εἰ δεύτερον οὐρανὸν οἶδε Μωϋσῆς τὸ στερέωμα, ὅτε καὶ τρίτον οὐ-