Ancient Greek
Page 115
Joannes Philoponus Phil., De opificio mundi 115
Not analysed yet
πάντας γενόμενος Πτολεμαῖος· τὰς τῶν παλαιῶν γὰρ οὗτος ἀτιμάσας ὑποθέσεις ἁπάσας, σαφεστέρας δὲ καὶ συντόμους αὐτὸς ἐπινενοηκὼς ἐννέα μὲν τὰς ἀγούσας αὐτοὺς ἅπαντας ὑπέθετο σφαίρας, ἀντὶ δὲ τῶν ἀνελιττουσῶν αὐτάς, δι' ὧν τὰς αἰτίας τῆς ἀνωμάλου κινήσεως τῶν πλανωμένων οἱ πρότερον ἀπεδίδοσαν, ἐκκέντρους τινὰς αὐτὸς σφαίρας ἐπινοεῖ, μὴ τῷ αὐτῷ κέντρῳ ταῖς ἐννέα χρωμένας. ἢ εἰ τοῦτό τις μὴ παραδέξαιτο, ἐπικύκλους, φησίν, ἐπινοείτω—μικρὰς δέ τινας οὕτως ὠνόμασε σφαίρας—ἕνα καθ' ἑκάστην τῶν ἀγουσῶν αὐτοὺς σφαιρῶν κατά τι μέρος αὐτῶν ἀπὸ τῆς κυρτῆς ἐπιφανείας διὰ παντὸς τοῦ βάθους μέχρι τῆς κοίλης χωροῦντα· ἐν ἑκάστῳ δὲ τούτων ἕνα τῶν πλανωμένων ἀστέρων συμπεριάγεσθαι, ὡς μετὰ τὴν τῆς ἀπλανοῦς δύο κινεῖσθαι κινήσεις ἰδίας, τήν τε τῆς ἀγούσης αὐτὸν σφαίρας καὶ τὴν τοῦ ἐπικύκλου· συμβαίνειν γὰρ οὕτω πῇ μὲν τὴν αὐτὴν τῇ ὅλῃ κινούμενον ἐπὶ τοῦ ἐπικύκλου, πῇ δὲ τὴν ἐναντίαν προποδίζειν τε καὶ ὑποποδίζειν ὀξύτερόν τε φέρεσθαι δοκεῖν ἢ βραδύτερον ἢ καὶ στηρίζειν· καὶ ἁπλῶς εἰπεῖν πάσης τῆς φαινομένης ἐν αὐτοῖς ἀνωμαλίας τὰς αἰτίας ἐκ τῶν ὑποθέσεων τούτων ἀποδίδωσι. τὰ μὲν οὖν συμβαίνοντα ἄλλοι δι' ἄλλων ὑποθέσεων σῴζειν ἔδοξαν ἢ τὰ πλείονα τῶν φαινομένων καὶ ἢ παχυμερέστερον τούτων τινὲς ἢ ἀκριβέστερον· τῶν δὲ ὑποθέσεων ἀπόδειξιν αὐτῶν οὐδεὶς οὐδεμίαν ἐξευρεῖν, οὐδ' αὐτό γε τοῦτο εἰπεῖν ἐπεχείρησεν, οὐδὲ εὑρήσει ποτὲ μυρία μηχανησάμενος.