Ancient Greek · ~5 min
Page 116
Joannes Philoponus Phil., De opificio mundi 116
Not analysed yet
Ὅτι δὲ ὅσας ἄν τις ὑπόθοιτο σφαίρας, εἷς ἐστιν ὁ ἐκ πασῶν συγκείμενος οὐρανὸς μέρεσι ταύταις χρώμενος, δῆλον μὲν ἐκ τῆς τῶν παλαιῶν ἁπάντων ὡς ἔφθην εἰπὼν χρήσεως, ἀλλὰ καὶ Ἀριστοτέλης ἐν τῇ εἰρημένῃ πραγματείᾳ τὰς φορὰς τῶν οὐρανίων, ὅσας ἂν ὑποθέσθαι τοῖς ἀστρονόμοις ἔδοξε, πεπερασμένας εἶναι δείξας καὶ οὐκ ἀπείρους ‘ὅτι δέ’ φησίν ‘εἷς οὐρανός ἐστι φανερόν’ καὶ τοῦτο κατεσκεύασεν. Τίνος δὲ χάριν ἡμεῖς τούτων ἐμνήσθημεν; ἵνα μὴ διὰ τοῦ πλήθους τῶν σφαιρῶν εἰς πλείονας οὐρανοὺς τὸ στερέωμά τις διελὼν ἐλέγχειν τὸν Μωϋσέα δοκῇ, ἕνα τοῦτον οὐρανὸν ὀνομάζοντα, καίτοι γε τῆς Ἑβραίων γλώττης πληθυντικῶς—φασὶν οἱ ταύτης εἰδότες— ὀνομαζούσης ἀεὶ τὸν οὐρανόν· ‘αἰνεῖτε γὰρ αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν’ ὁ προφήτης φησίν. συμπεφώνηκεν μὲν οὖν περὶ τῆς ἀνάστρου Μωϋσεῖ Πτολεμαῖος ὁ πάντων ἐν τούτοις ὡς εἰπεῖν ἀκριβέστατος. δʹ. Ὅτι οὐ δεῖ τὴν αἰτίαν ζητεῖν, δι' ἣν ὁ πρῶτος γέγονεν οὐρανός, διότι μηδ' ἄλλου τῶν γενομένων τὴν αἰτίαν ἀνθρώπους εἰπεῖν ἐνδέχεται. Εἰ δέ τις αἰτίαν τῆς γενέσεως τοῦ πρώτου ζητοίη λέγειν ἡμᾶς οὐρανοῦ, πρῶτον μὲν κοινὴ καὶ τῶν μετὰ Μωϋσέα ἐστὶν ἡ ὑπόθεσις· οὐκοῦν καὶ ἡ ἀπορία καὶ ἡ λύσις κοινή· δεύτερον λεγέτω πρότερον αὐτός, τίς ἡ αἰτία τοῦ τοσούτου τῶν σφαιρῶν ἀριθμοῦ τῶν τε