Ancient Greek · ~5 min
Page 119
Joannes Philoponus Phil., De opificio mundi 119
Not analysed yet
νεῖ τὸ πληθυντικόν ‘ἐν μέσῳ τῶν ὑδάτων’. ὁ δὲ Πλάτων τῆς Μωϋσέως οἶμαι κοσμογονίας ἀκηκοώς, ὡς μετέχοντα γῆς στερεὸν εἶναι σῶμα τὸν οὐρανὸν εἴρηκε. ‘μόνη’ γάρ φησι ‘τῶν στοιχείων ἡ γῆ στερεὸν σῶμά ἐστι καὶ ἀντίτυπον’. Πολλῷ οὖν φυσικώτερον καὶ τοῖς φαινομένοις συμφώνως Μωϋσῆς διὰ μὲν τὴν διαφάνειαν ἀέρος πλείστου καὶ ὕδατος μετέχειν αὐτὸν δέδωκεν ἡμῖν ἐννοεῖν—ἀντιφρακτικὰ γάρ ἐστι γῆ καὶ πῦρ διαφανείας ἐστερημένα—διὰ δὲ τὴν σύμπηξιν τῶν ὑγρῶν στερέωμα κέκληκεν. ὁρῶμεν γὰρ καὶ ἐν τῇ φυσικῇ γενέσει καὶ τὰ ὑγρὰ κατὰ τὰς μεταβολὰς πηγνύμενα καὶ τοὐναντίον τὰ στερεὰ καὶ ξηρὰ χεόμενα πρὸς ὑγρόν. ἄρτος μὲν γὰρ καὶ κρέας ὀπτώμενα καὶ αἱ ξηραὶ τῶν τροφῶν εἰς αἷμα χέονται, καὶ τοῦτο αὖθις εἰς νεῦρα καὶ ὀστᾶ καὶ τὰ λοιπὰ συμπήγνυται τῶν μορίων, τῆς ὑδατώδους αὐτῶν διακρινομένης ἐν ταῖς πέψεσιν οὐσίας. καὶ ἐπὶ τῶν παθῶν δὲ τῶν ἐν ἡμῖν καὶ ἐπὶ τῶν μετάλλων τοῦτο γινόμενόν ἐστιν ἰδεῖν, ἀντιμεταβαλλόντων εἰς ἄλληλα τῶν ξηρῶν τε καὶ τῶν ὑγρῶν. Ὡς οὖν ἐπὶ τῆς τοῦ ἀνθρώπου γενέσεως ἐκ τοῦ στερεωτέρου τῆς γῆς καὶ πλεοναζούσης ἐν ἡμῖν ἀπὸ τῆς γῆς τὸ ἡμέτερον σῶμα διαπεπλάσθαι φησὶ Μωϋσῆς καὶ πάλιν εἰς γῆν ἀναλύεσθαι· ‘γῆ εἶ’ τοῦ θεοῦ λέγοντος πρὸς τὸν Ἀδάμ ‘καὶ εἰς γῆν ἀπελεύσῃ’, οὕτω καὶ ἐπὶ τοῦ στερεώματος, ἐπειδὴ πολὺ τὸ διαφανὲς ἐν