Ancient Greek
Page 118
Joannes Philoponus Phil., De opificio mundi 118
Not analysed yet
ἐκ τῶν τεσσάρων αὐτὸ συνίστησιν, ἥλιον δὲ καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας ἐκ πλείστου πυρός· Ἀριστοτέλης δὲ πέμπτης οὐσίας σωμάτων τὸν οὐρανὸν ὑποθέμενος αὐτάρκη πρὸς ἡμῶν τὸν ἔλεγχον εἴληφε· Μωϋσῆς δέ, δι' ὧν αὐτὸν ἐν μέσῳ γεγονέναι τῶν ὑδάτων εἴρηκεν, ὑπόνοιαν δίδωσιν ἡμῖν, ὡς ἐκ πλείστου τὴν οὐσίαν αὐτοῦ ὕδατος συνεστάναι βούλεται. διαφανὲς γάρ ἐστιν ὡς ὅτι μάλιστα τὸ οὐράνιον σῶμα· τὸ δὲ διαφανὲς μόνοις τῶν στοιχείων ὕδατί τε καὶ ἀέρι ὑπάρχει· οἷον γὰρ ἀήρ τίς ἐστι ξηρὸς τὸ ὑπέκκαυμα· ἀντιφρακτικὸν γάρ ἐστιν ἡ φλὸξ ὡς καὶ ἡ γῆ. Ὡς οὖν ὁ Πλάτων διὰ τὸ φωτιστικὸν ἡλίου τε καὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων πλείστου πυρὸς μετέχειν αὐτοὺς εἴρηκεν—οὐδενὶ γὰρ ὑπάρχει τῶν ἁπλῶν πλὴν πυρὶ τὸ φωτιστικόν—οὕτω Μωϋσῆς, οἶμαι, διὰ τὴν τοῦ στερεώματος διαφάνειαν ὕδατος αὐτὸν πλείστου καὶ ἀέρος μετέχοντα, οἷς τὸ διαφανὲς καὶ τὸ ὑγρὸν ὑπάρχει μόνοις, εἰς στερεωτέραν δὲ οὐσίαν ἑκατέρου μεταβληθέντος ἐν τῇ γενέσει τοῦ οὐρανοῦ, ὡς καὶ ἐν ὑάλῳ καὶ τοῖς διαφανέσι τῶν λίθων γινομένων φαίνεται, εἰκότως αὐτὸν ἐν μέσῳ τῶν ὑδάτων γεγονέναι φησί, ἐκ τῶν ἐν αὐτῷ πλεοναζόντων ἀέρος καὶ ὕδατος αὐτὸν χαρακτηρίσας· καὶ στερέωμα προσηγόρευσεν ὡς ἐξ ὑγρᾶς οὐσίας εἰς στερεμνιωτέραν μεταβαλόντα. καὶ οἶμαί γε τῇ ἐννοίᾳ ταύτῃ συμφω-