Ancient Greek
Page 121
Joannes Philoponus Phil., De opificio mundi 121
Not analysed yet
τὰ κατ' οὐρανὸν κινούμενα, ἡ δὲ τοῦ κύκλου ἀρχὴ τῇ προχείρῳ αἰσθήσει ἡμῶν οὐκ εὔληπτος, ἄναρχον εἶναι νομίσῃς τῶν κυκλοφορουμένων τὴν φύσιν’· καὶ πάλιν· ‘μὴ ἐπειδὴ εἰς ἑαυτὰ συννεύει τὰ κύκλῳ κινούμενα, τὸ τῆς κινήσεως αὐτῶν ὁμαλὸν καὶ μηδενὶ μέσῳ διακοπτόμενον τὴν τοῦ ἄναρχον τὸν κόσμον καὶ ἀτελεύτητον εἶναί σοι πλάνην ἐγκαταλείπῃ’. Ἀκριβεῖς τε εἶναι τὰς τηρήσεις αὐτῶν εἴρηκεν· οὐ τὰς ἀστρολογικὰς ἢ γενεθλιαλογικάς· ἄπαγε· αὗται γὰρ ψευδεῖς τε καὶ εἰς ἀσέβειαν ἄγουσιν, εἴπερ μήτε ἀρετὴ μήτε κακία κατὰ προαίρεσιν, ἀλλ' ἐξ ἀνάγκης ἡμῖν διὰ τὴν τῶν ἄστρων κίνησίν τε καὶ πρὸς ἄλληλα σχέσιν συμβαίνουσι· μάτην δὲ νόμοι καὶ δίκαι κατά τε ἔθνη καὶ πόλεις καὶ οἶκον ἕκαστον, νουθεσίαι τε καὶ ἐπιπλήξεις, καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία καὶ τῶν βεβιωμένων αἱ ἀμοιβαὶ κενὸν παρὰ τοῖς ἀνθρώποις ὄνομα πολιτεύεται, καὶ οὔτε κακίαν κολάζειν οὔτε ἀρετὴν τιμᾶν εὔλογον ἀκουσίως ἡμῖν ἑκατέρου συμβαίνοντος· ἀκριβεῖς οὖν τηρήσεις οὐ τὰς ἀστρολογικάς, ἀλλὰ τὰς ἀστρονομικὰς ὁ μέγας Βασίλειος εἴρηκεν, ὅσαι τὰς κινήσεις τῶν ἀστέρων κατενόησαν ἀκριβῶς προποδισμούς τε αὐτῶν καὶ ὑποποδισμοὺς καὶ στηριγμοὺς συνόδους τε καὶ πανσελήνους ἡλίου τε ἐκλείψεις καὶ σελήνης καὶ διὰ πόσου χρόνου τῶν πλανωμένων ἕκαστος τὴν ἑαυτοῦ περίοδον ἐκπληροῖ καὶ ὅσαι τῆς τοιαύτης ἐχόμεναί εἰσι μεθόδου. ἀλλὰ καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ ταῦτά φησιν· ‘ἐπεὶ οὖν