Ancient Greek
Page 122
Joannes Philoponus Phil., De opificio mundi 122
Not analysed yet
ἐγένετο <ὁ> οὐρανὸς προστάγματι θεοῦ, ἀθρόως περιταθεὶς τοῖς ἐντὸς ὑπὸ τῆς οἰκείας αὐτοῦ περιφερείας ἀπειλημμένοις’ καὶ πάλιν ‘νῦν μὲν λοιπὸν μετὰ τὴν τοῦ ἡλίου γένεσιν ἡμέρα ἐστὶν ὁ ὑπὸ ἡλίου πεφωτισμένος ἀὴρ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ λάμποντος. καὶ νὺξ σκίασμα γῆς ἀποκρυπτομένου ἡλίου γιγνόμενον’· δῆλον γὰρ ὅτι τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ τὸ ὑπὲρ γῆν ἀντιδιέστειλεν καὶ ἐναπειλῆφθαί φησι τὰ ἐντὸς ὑπὸ τῆς περιφερείας τοῦ οὐρανοῦ. πανταχόθεν ἄρα περιέχων ἅπαντα οὐδὲν ἕτερον ἢ σφαιρικῶς ἐσχημάτισται· συνομολογεῖ τε τῇ δόξῃ τῶν φυσικῶν ὅτι μέσην τοῦ παντὸς εἴληφε χώραν ἡ γῆ· εἰ δὲ μέση τοῦ παντός ἐστιν, ἴσην πανταχόθεν ἐκ τοῦ πέριξ, τοῦ οὐρανοῦ φημι, τὴν ἀπόστασιν ἔχει· τοῦτο δὲ οὐδενὶ σχήματι πλὴν μόνῳ ὑπάρχει τῷ κύκλῳ. πᾶσα οὖν ἀνάγκη τὸν οὐρανὸν κύκλῳ τὴν γῆν περιέχειν, ἴσον αὐτῆς ἐκ μέρους παντὸς ἀφεστηκότα. οὕτω δὲ σφαιρικὸν εἶναι καὶ τῆς γῆς ἀνάγκη τὸ σχῆμα. ζʹ. Ὅτι καὶ κατὰ τὸν Ἰὼβ μέση τοῦ παντός ἐστιν ἡ γῆ καὶ τοῦτό ἐστιν αὐτὴ κατὰ φύσιν, καὶ βίας δεῖ οὐ πρὸς τὸ μένειν ἀκίνητον ἐν τῷ μέσῳ, ἀλλ' εἰς τὸ καὶ ὁτιοῦν αὐτῆς ἐκστῆναι τούτου· καὶ ἡ ἐπὶ τούτοις Βασιλείου ψῆφος. Τὸ ἄνω μὲν οὖν καὶ τὸ κάτω κυρίως ἐν τῷ παντὶ μὴ εἶναί φασι, μόνον δὲ τὸ μέσον καὶ τὸ πέριξ· ἀλλ'