Ancient Greek
Page 123
Joannes Philoponus Phil., De opificio mundi 123
Not analysed yet
ὅμως κάτω μὲν τὸ μέσον καλοῦσιν, ἐν ᾧ ἐστιν ἡ γῆ, διὰ τὸ τὰ βαρέα ἐκεῖ φέρεσθαι· ἄνω δὲ ὅλον τὸν οὐρανόν, διὰ τὸ τὰ κοῦφα, οἷον τὸ πῦρ, ἐπὶ τὴν ἐσχάτην καὶ πρὸς ἡμᾶς τοῦ οὐρανοῦ [καὶ] κοίλην ἐπιφάνειαν φέρεσθαι, ἥτις πανταχόθεν ἀπὸ τῆς γῆς ἴσον διέστηκεν· καὶ ὥσπερ τῷ ἄνω πυρί, τῷ ἀστραπαίῳ λέγω καὶ τῷ κεραυνίῳ καὶ τῷ τῶν διᾳττόντων βίας δεῖ πρὸς τὸ φέρεσθαι κάτω διὰ τὴν ἐναπόληψιν τῶν νεφῶν ἐκπυρηνιζομένῳ βιαίως ἐξ αὐτῶν, οὕτω τοῖς βαρέσιν ἡ ἐπὶ τὸ ἄνω ῥῖψις βίαιος. Ὅθεν οὐδὲ ζητεῖν δεῖ, πῶς τὸ τηλικοῦτο μέγεθός τε καὶ βάρος ἡ γῆ μετέωρος ἕστηκεν ἐπ' οὐδενὸς ὀχουμένη, καθά φησιν ὁ Ἰώβ· ‘ἐκτείνων βορέαν ἐπ' οὐδέν, κρεμάζων γῆν ἐπὶ μηδενός· δεσμεύων ὕδωρ νεφέλαις αὐτοῦ’· ἐν γὰρ τῷ μέσῳ ἥδρασται τόπῳ ἡ γῆ, ὅπου τὰ βαρέα κατὰ φύσιν πάντα φέρεται. οὐ δεῖται οὖν τοῦ ὀχοῦντος, ἵνα μὴ κάτω φέρηται· οὐκ ἔστι γὰρ τοῦ μέσου κατωτέρω. τοὐναντίον δὲ μᾶλλον βίας δεῖ πρὸς τὸ ἐκστῆναι τοῦ μέσου καὶ τὸ τυχὸν αὐτῆς μόριον καὶ ῥιφῆναι πρὸς ὕψος, οὔπω λέγω πᾶσαν, ὅπερ παντελῶς ἐστιν ἀδύνατον. Ὅτι δὲ μέση τοῦ παντός ἐστιν ἡ γῆ, δείκνυσι καὶ τὰ βάρη πανταχόθεν πρὸς ἴσας γωνίας ἐπ' αὐτὴν φερόμενα ὡς αὐτὸ περιέχουσαν τὸ κέντρον τοῦ παντός. διὸ καὶ οἱ οἰκοδόμοι οὐκ ἄλλως ἡδράσθαι βεβαίως τὰ βάρη νομίζουσιν, εἰ μὴ κάθετος αὐτοῖς ἐφαρμόσῃ· μόνη γὰρ αὕτη τὰς ἑκατέρωθεν γωνίας ἴσας