Ancient Greek
Page 127
Joannes Philoponus Phil., De opificio mundi 127
Not analysed yet
θʹ. Ἀποδείξεις πλείονες τῇ αἰσθήσει ληπταί, ὅτι σφαιρικὸν καὶ κυκλοφορούμενόν ἐστι τὸ οὐράνιον σῶμα. Μεθ' ἡλίου δύσιν ἐν ἀσελήνῳ νυκτὶ καθαρᾶς οὔσης αἰθρίας ἐν ὑψηλῷ τόπῳ καὶ μὴ ἐπιπροσθουμένῳ στὰς εἰς τὸ ὑπὲρ γῆν τοῦ οὐρανοῦ μέρος ἀποβλέψας —ὅπερ Ἡσαΐας ὁ προφήτης καμάραν ἔφη συμφώνως τῷ πράγματι· ‘ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν’ —ὄψει πλῆρες ἄστρων αὐτὸ πανταχόθεν ὑπάρχον· δεῖ οὖν τῶν ἀστέρων ἀποσημειοῦσθαι τούς τε κατὰ τὸν ἀνατολικὸν ὁρίζοντα φαινομένους καὶ τοὺς κατὰ τὸν δυτικὸν πάλιν ὁμοίως καὶ ὅσοι μέσον ἔχουσι τὸν οὐρανόν· πάλιν δὲ βραχὺ πρὸ ἀνατολῆς εἰς τὸ αὐτὸ καὶ ὑπὲρ ἡμᾶς ὁμοίως ἡμισφαίριον ἀτενίσας, ἐκείνους μέν, οὓς ἑσπέρας εἶδες, οὐκ ὄψει πάλιν, πλὴν τῶν ἄρκτων καὶ τῶν πλησιαζόντων αὐταῖς, διὰ τὸ βορείαν εἶναι τὴν καθ' ἡμᾶς οἴκησιν· οὓς δὲ πρότερον ἀστέρας ἐν τῷ ἀνατολικῷ τεθέασαι, τούτους περὶ τὸν δυτικὸν ὄψει φαινομένους ὁρίζοντα, μετὰ τὸ διεληλυθέναι τὸ ὑπὲρ γῆν ὅλον ἡμισφαίριον· τῶν ἄλλων δὲ παντελῶς οὐδένα, ἑτέρους δὲ τοσούτους διειληφότας τὸν οὐρανόν. τί οὖν γεγόνασιν ἐκεῖνοι οἱ τότε τὸ ὑπὲρ τὴν γῆν ἡμισφαίριον πληροῦντες, εἰ μὴ ὑπὸ γῆν ἅμα ἡμισφαιρίῳ τῷ περιέχοντι αὐτοὺς γεγόνασιν; οὐ γὰρ δὴ τὴν τάξιν, ἣν πρὸς ἀλλήλους εἶχον, συγχέαντες εἰς μίαν, οὐκ οἶδα ὅπῃ σωρείαν ἠθροίσθησαν ἄτακτον, οὐδὲ