Ancient Greek · ~5 min
Page 128
Joannes Philoponus Phil., De opificio mundi 128
Not analysed yet
τόπου ὄντος οὐδαμοῦ ἑτέρου χωρῆσαι αὐτοὺς δυναμένου. Εἴ γε κατὰ τὴν ἄγνοιάν τινων τὰ ἄκρα τοῦ οὐρανοῦ τῇ γῇ ἐπίκειται καὶ ἔξω τοῦ παντὸς ἐπ' ἀληθείας τόπος ἐστὶν οὐδείς, δῆλον οὖν, ὡς ἐκεῖνο μὲν τὸ ἑσπέρας ὁρώμενον ἡμισφαίριον γέγονεν ὑπὸ γῆν, ἕτερον δὲ ἴσον ἐκείνῳ ἑτέρων πεπληρωμένον ἀστέρων καὶ αὐτὸ τὸν ὑπὲρ γῆν τόπον κατείληφεν· οὐκοῦν τὸ ἐξ ἀμφοῖν μία ἐστὶ σφαῖρα συνεχὴς τῇ ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἐκπεριπολήσει τὸ ἡμερονύκτιον πληροῦσα· νύκτα μὲν γὰρ ποιεῖ ὑπὸ γῆν τὸν ἥλιον ἄγουσα, ἡμέραν δὲ τοῦτον ὑπὲρ γῆν ἀναφέρουσα. Τὸ αὐτὸ δέ σοι τοῦτο σκοπείσθω καὶ ἄλλως αὐτῇ πάλιν τῇ ὄψει φαινόμενον· ἐν ἀσελήνῳ νυκτὶ αἰθρίαν ἐπιτηρήσας καθαρὰν εὐθὺς ἀρχομένης νυκτός, εἰ τοὺς ἐν τῷ ζῳδιακῷ κύκλῳ δώδεκα τόπους οἶσθας, οὓς οἴκους καὶ ζῴδια καλοῦσιν, εἰ δὲ μή, τὸν εἰδότα συμπαρειληφώς, μίαν ὅλην διαγρυπνήσας νύκτα σκόπει πάλιν τότε ἐν τῷ ἀνατολικῷ ὁρίζοντι ζῴδιον, ποῖόν ἐστιν, καὶ τὸ ἐν τῷ δυτικῷ πάλιν· οἷον ἐν μὲν τῷ ἀνατολικῷ κριὸς ἔστω τυχόν, ἐν δὲ τῷ δυτικῷ σκορπίος. ἐπιτηρῶν οὖν κατὰ συνέχειαν ὄψει δυομένου σκορπίου ταῦρον ἑτέρωθεν ἀνατέλλοντα, τοξότου δυομένου διδύμους ἀνερχομένους, αἰγόκερω δύνοντος καρκίνος ἄνεισιν, ὑδροχόου κρυπτομένου λέοντα ὑπὲρ γῆν ὄψει, κατιόντων ἰχθύων παρθένος ἀνέρχεται, κριοῦ δύνοντος ὁ ζυγὸς τὸν ἀνατολικὸν ὑπερανῆλθεν ὁρίζοντα. εἷς δὲ ἐκ πάντων τῶν εἰρημένων δώδεκα ζῳδίων ἀποτελεῖται κύκλος ὁ καλούμενος ζῳδιακός·