Ancient Greek
Page 129
Joannes Philoponus Phil., De opificio mundi 129
Not analysed yet
ἐν μιᾷ ἄρα τοῦτον ὄψει νυκτὶ καὶ μόνῃ, ἓξ μὲν δυομένων, ἑτέρων δὲ ἓξ ἐπανατελλόντων, δηλονότι τῶν λοιπῶν ἁπάντων τῶν τε βορειοτέρων τοῦ ζῳδιακοῦ καὶ τῶν νοτιωτέρων παρανατελλόντων αὐτὸν καὶ συνδυνόντων· τούτων οὕτως ἐχόντων ὀφθαλμῶν ἄρα μόνων χρεία καὶ τηρήσεως ἀκριβοῦς, ἐξ ὧν τὸ σφαιρικὸν τοῦ οὐρανοῦ σχῆμα διὰ τοῦ ζῳδιακοῦ μέσον τὸν ὅλον τέμνοντος οὐρανὸν προφανέστατα δείκνυται. Δέχου καὶ τρίτην ἐπὶ τούτοις ἀπόδειξιν, καὶ αὐτὴν ταῖς ἡμετέραις φαινομένην ὄψεσιν· ἡ μὲν τοῦ ἡλίου ἔκλειψις ὑποτρεχούσης αὐτὸν κατὰ κάθετον γίνεται τῆς σελήνης, οὐ τοῦ ἡλιακοῦ φωτὸς ἐκλείποντος τὸν ἥλιον, ἀλλ' ὑποδραμοῦσα τοῦτον ἡ σελήνη οὐκ ἐᾷ τὰς ἡμετέρας ὄψεις ἐπιβάλλειν αὐτοῦ τῷ φωτί· καὶ νέφους γὰρ ἐπικειμένου καὶ τῆς χειρὸς ἐπαιωρουμένης αὐταῖς τὰς αὐγὰς οὐχ ὁρῶμεν τοῦ ἡλίου· βαθύ τε τὸ σκότος ἡ σελήνη ποιεῖ διὰ τὸ μέγεθος αὐτῆς, πλησιάζουσά τε ἡμῖν καὶ πλεῖστον τοῦ περὶ ἡμᾶς ἀέρος σκοτίζουσα, —διὸ ὑπὲρ φύσιν ἡ ἐπὶ τοῦ σταυροῦ τοῦ σωτῆρος ἡλιακὴ γέγονεν ἔκλειψις, ἐν πανσελήνῳ γενομένη· ἧς καὶ ὁ Φλέγων ἐν ταῖς ὀλυμπιάσι μέμνηται, ὡς καὶ ἐν τῷ πρὸ τούτου γεγράφαμεν, καὶ ὁ Ἀρεοπαγίτης διηγεῖται, πῶς γέγονε, Διονύσιος—ἡ δὲ τῆς σελήνης ἔκλειψις πλησιφαοῦς αὐτῆς οὔσης γίνεται, τεσσαρεσκαιδεκάτην τοῦ ἰδίου μηνὸς ἀγούσης ἡμέραν, αὐτῆς τῆς σελήνης οὖσα πάθος· οὐκ ἴδιον γὰρ αὐτῆς ἐστι τὸ φαινόμενον φῶς, ἀλλ' ἐσόπτρου δίκην ἐξ ἡλίου