Ancient Greek
Page 131
Joannes Philoponus Phil., De opificio mundi 131
Not analysed yet
σελήνης ἔκλειψις αὐτῆς γίνεται, ἀνάγκη μίαν ἀπ' αὐτῆς κάθετον διὰ μέσης τῆς γῆς μέχρι τοῦ ἡλίου διϊκνεῖσθαι. εἰ οὖν τὸ ὑπὲρ γῆν μεσουράνημα ἐπέχει τότε ἡ σελήνη, ἀνάγκη τὸν ἥλιον ἐν τῷ ὑπὸ γῆν εἶναι μεσουρανήματι, εἰς ὃ ἡ ἀπὸ τῆς σελήνης διὰ μέσης τῆς γῆς φέρεται κάθετος. ἐξ οὗ πάλιν ἐδείχθη περιφανῶς, ὅτι ὅσον τοῦ οὐρανοῦ μέρος ἐστὶν ὑπὲρ γῆν, τοσοῦτον αὐτοῦ καὶ τὸ ὑπὸ γῆν ὑπάρχει, μιᾶς ἐκ τῶν δύο ἡμισφαιρίων ἀποτελουμένης σφαίρας. καὶ ἕτερα δὲ πλεῖστα πρὸς ἀπόδειξιν τούτου λέγειν ἔχοντες, τοῖς εἰρημένοις ἱκανοῖς οὖσιν πρὸς πίστιν ἀρκούμεθα καὶ αὐτὴν ἔχοντες μαρτυροῦσαν αὐτοῖς τὴν αἴσθησιν. ιʹ. Ἔκθεσις γραφικῶν ῥήσεων, ἃς οἱ ἀπὸ Θεοδώρου προφέρουσιν, ὅτι μὴ σφαιρικὸν δῆθεν τὸ οὐράνιόν ἐστι σῶμα, ὧν αἱ μὲν αὐτὸ τοὐναντίον δεικνύουσιν, ὅτι σφαιρικόν, αἱ δὲ περὶ τοῦ σχήματος οὐδένα λόγον ποιοῦνται. Ἐπειδὴ δὲ καὶ ἐκ τῆς ἱερᾶς γραφῆς τοῦ μὴ σφαιρικὸν εἶναι τὸ σχῆμα τοῦ οὐρανοῦ μαρτυρίας προτείνουσιν αὐτοῖς μὲν λυσιτελούσας οὐδέν, ἐπισφραγιζούσας δὲ μᾶλλον τὸ ἡμέτερόν τε καὶ ἀληθές, καὶ τούτων ἑκάστην ἐπισκέψασθαι δίκαιον· Ἡσαΐας γὰρ ὁ προφήτης οὕτως εἶπεν· ‘ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν’. ‘ἰδοὺ γάρ’ φασίν ‘οὐ σφαῖραν εἶναι τοῦτον, ἀλλὰ καμάραν τὸ λόγιον εἴρηκεν’. ἀλλ' οὐκ ἐπέστησαν ὡς