Ancient Greek
Page 132
Joannes Philoponus Phil., De opificio mundi 132
Not analysed yet
τοῦτο μὲν τῇ ἀληθείᾳ καὶ τοῖς φαινομένοις ὑπάρχει συμφωνότατον, τῆς δόξης δὲ αὐτῶν ἱκανώτατός ἐστιν ἔλεγχος· τὸ γὰρ ὑπὲρ γῆν καὶ ὁρώμενον τοῦ οὐρανοῦ μέρος ἡμισφαίριον ὑπάρχον σαφῶς ὁ προφήτης ἡρμήνευσε· τὰ γὰρ κυκλοτερῆ σχήματα τέλειον μὴ ἀπαρτίζοντα κύκλον καμάρας καλοῦσιν οἱ ἄνθρωποι. ἥμισυ δὲ σφαίρας ὑπάρχει τὸ ὑπὲρ γῆν· οὔτε δὲ κυλίνδρου, ὡς τοῖς Θεοδώρου δοκεῖ, οὔτε ᾠοειδοῦς ἐστιν ἥμισυ, οὔτε ἄλλου τινὸς σχήματος· διχοτομουμένων γὰρ τούτων κατὰ μῆκος τὰ ἑκάστου διχοτομήματα περατοῦσιν εὐθεῖαι γραμμαὶ καὶ τὸ μῆκος ἔχουσι τοῦ πλάτους μεῖζον. μέση δὲ πάντων ἡ γῆ δέδεικται τὸ κέντρον ἐπέχουσα τοῦ παντὸς καὶ διὰ τοῦτο πρὸς οὐδὲν ἀποκλίνουσα, ἀλλ' ἴσον τοῦ τε ἀνατολικοῦ σημείου καὶ τοῦ δυτικοῦ, βορείου τε καὶ νοτίου διέστηκεν. εἰ οὖν κέντρῳ τῷ τοῦ παντὸς χρήσαιο, διαστήματι δὲ τῷ μέχρι τῶν εἰρημένων ἑνὸς σημείου, καὶ περιαγάγοις τὴν τὸ διάστημα ποιοῦσαν εὐθεῖαν, διὰ τῶν τεσσάρων ἥξει σημείων καὶ κύκλον ποιήσει, ὅς ἐστι πέρας τοῦ ὑπὲρ γῆν οὐρανοῦ διορίζων αὐτὸν τοῦ ὑπὸ γῆν· ὥστε καὶ αὐτὸς ὁ οὐρανός, οὗ ἐστι πέρας ὁ περιγραφεὶς κύκλος, ἡμισφαίριόν ἐστιν ἐξ ἀνάγκης καὶ οὐδὲν ἕτερον, οὗ τὸ λοιπὸν ἡμισφαίριον ὑπὸ γῆν ὑπάρχει. Καὶ ἐκ τῆς προφητικῆς ἄρα τοῦ Ἡσαΐου φωνῆς σφαιρικὸν ἐδείχθη τὸ οὐράνιον σῶμα, τὸ ὁρώμενον τοῖς ἀνθρώποις μέρος αὐτοῦ διαγράψαντος· οὐ γὰρ ἀστρονομίαν τοὺς ἀνθρώπους ἐδίδασκεν, ἀλλ' ἐκ τῶν φαινομένων εἰς ἐπίγνωσιν ἤγειρε τοῦ θεοῦ.