Ancient Greek
Page 135
Joannes Philoponus Phil., De opificio mundi 135
Not analysed yet
Καὶ τὸ τοῦ ἐκκλησιαστοῦ δὲ προφέρουσιν οὕτως ἔχον· ‘ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης· τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; γενεὰ ἔρχεται καὶ γενεὰ πορεύεται καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν. καὶ ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν, κυκλοῖ κυκλῶν· πορεύεται τὸ πνεῦμα καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα. πάντες οἱ χείμαρροι πορεύονται εἰς τὴν θάλασσαν καὶ ἡ θάλασσα οὐκ ἔσται ἐμπιπλαμένη. εἰς τὸν τόπον, οὗ οἱ χείμαρροι πορεύονται, ἐκεῖ αὐτοὶ ἐπιστρέψουσι τοῦ πορευθῆναι’. ταῦτα ὑπαναγνόντες ‘ἰδού’ φασίν ‘οὐκ εἶπε δύνοντα τὸν ἥλιον ὑπὸ γῆν φέρεσθαι, ἀλλ' ἐκ τῶν νοτιωτέρων, ἐξ ὧν ἀνατέλλει, κυκλεῖν ἐπὶ τὰ βόρεια κἀκεῖθεν εἰς τὸν αὐτοῦ τόπον ἕλκειν τὸν ἀνατολικόν τε καὶ νότιον’. ἐγὼ δὲ τὸν λόγον μικρὸν ἄνωθεν ἐξετάσω, συντελοῦν ἡμῖν τοῦτο πρὸς τὸ ζητούμενον. Ἠθικώτερον τῷ Σολομῶντι τὸ βιβλίον, οὐ φυσικῶς, διεσκεύασται τοῦτο, ὡς ἂν τὴν περὶ τὰ αὐτὰ ματαίαν τῶν ἀνθρώπων παύσῃ σπουδὴν ὡς μηδὲν καινότερον ἐν μηδενὶ δυναμένων ἐπινοεῖν, ἵνα προσκορεῖς λοιπὸν γένωνται περὶ τὰ αὐτὰ στρεφόμενοι· διὸ καί ‘ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης’ προοιμιάσατο· μάταιον γὰρ ἡ τῶν αὐτῶν εἰς μηδὲν χρήσιμον πολλάκις ἐπανακύκλησις. ἐκ δὲ τῆς αὐτῆς ἀεὶ περὶ τὸν βίον