Ancient Greek
Page 136
Joannes Philoponus Phil., De opificio mundi 136
Not analysed yet
σπουδῆς ἐκτείνει τὸν λόγον καὶ ἐπὶ τὰ τῆς φύσεως ἔργα, ὡς οὐδὲ ἐπὶ τούτων γίνεταί τι καινότερον, ἀλλ' ἐκ τῶν αὐτῶν εἰς τὰ αὐτὰ πάντων ἡ ἐπάνοδος γίνεται. οἷον ἀπὸ σπέρματος ἔμβρυον, ἐκ τούτου βρέφος, ἐκ τούτου παῖς, ἐκ τούτου ἀνήρ, ἐξ οὗ πάλιν εἰς τὸ πρωτουργὸν σπέρμα ἡ γένεσις· ἔαρ, εἶτα θέρος, εἶτα μετόπωρον, εἶτα χειμών, μεθ' ὃν πάλιν ἔαρ, καὶ ἅπερ αὐτὸς ὑποδείγματα τίθησιν. ‘τὰ πνεύματα’ φησίν ‘ἀνακυκλοῦνται εἰς ἄλληλα’. οἷον ὑποκείσθω τὸ βόρειον πνεῦμα· τοῦτο κινούμενον ἐπὶ νότον χωρεῖ· ὅταν δὲ ἐκ τῶν νοτίων ἡ τοῦ πνεύματος γένηται κίνησις, τὴν ὑποστροφὴν ἐπὶ τὸν βορρᾶν ποιεῖται· καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀντικειμένων ἀλλήλοις πνευμάτων ὁμοίως. ἐξ ὑετῶν οἱ χείμαρροι γίγνονται· πάντα δὲ ποταμὸν χείμαρρον καλοῦσιν οἱ φυσικοί· ἐξ ὑετῶν γὰρ τῶν ποταμῶν πάντων ἡ γένεσις· οὗτοι εἰσβάλλουσιν εἰς τὴν θάλασσαν, καὶ οὐδὲν ἐκ τῆς τοσαύτης ἐπιρροίας καινὸν αὐτῇ [τι] προσγίνεται· τίνος ἕνεκεν; ἐπειδήπερ ἐξ οὗ τόπου πρὸς αὐτὴν ἦλθον, εἰς τοῦτον πάλιν ἐπαναστρέφουσιν· ἐκ γὰρ τῆς θαλάττης ἀτμοὶ φέρονται πρὸς ὕψος, ἐξ ὧν νέφη, ἐξ ὧν πάλιν ὑετός. τῷ δέ ‘εἰς τὸν τόπον, οὗ οἱ χείμαρροι πορεύονται’ προσθετέον τὴν ἐξ πρόθεσιν κατ' ἔλλειψιν αὐτῆς εἰρημένου τοῦ λόγου, ἵνα ᾖ οὕτως· εἰς τὸν τόπον, ἐξ οὗ οἱ χείμαρροι πορεύονται, ἐκεῖ πάλιν εἰς αὐτὸν ὑποστρέψουσι τοῦ πορευθῆναι, εἴτε τῶν νεφῶν λέγοι τὸν τόπον εἴτε τῶν ποταμῶν τὰς πηγάς, εἰς ἃς τὸ τῶν ὑετῶν ὕδωρ συρρεῖ· ὅτι δὲ οὗτός ἐστιν ὁ τοῦ ἐκκλησιαστοῦ σκοπός,