Ancient Greek
Page 138
Joannes Philoponus Phil., De opificio mundi 138
Not analysed yet
ἀνατολὴν ὑποστρέφων πεποίηται, πῶς οὐκ ἐναργὲς κἀκ τούτων σφαῖραν ἀπηκριβωμένην εἶναι τὸν οὐρανόν; Τὸ δὲ λέγειν τινὰς διὰ τῶν βορείων φερόμενον ἐπ' ἀνατολὴν ὑποστρέφειν μεγίστοις κρυπτόμενον ὄρεσι, παλαιά τις καὶ ἠλίθιος γέγονέ τινων ὑπόληψις ἄξιον ἑαυτῆς ὀφλήσασα γέλωτα, ὁπότε καὶ ἀρτίως ἐδείξαμεν, ὅτι καθ' ἑκάστην νύκτα ἓξ μὲν δύνοντα, ἓξ δὲ ἀνατέλλοντα φαίνεται ζῴδια, τοῦ αὐτοῦ καὶ ἐν ἡμέρᾳ γινομένου, ἡμῖν δὲ οὐχ ὁρωμένου διὰ τὴν τοῦ ἡλίου αὐγήν. Ἴδωμεν δὲ τί βούλεται τὸ ἑξῆς· ‘ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται εἰς τὸν νότον καὶ κυκλοῖ πρὸς βορρᾶν, κυκλοῖ κυκλῶν’· ὧδε γὰρ στικτέον· σαφῶς τὴν λόξωσιν τοῦ ζῳδιακοῦ πρὸς τὸν ἰσημερινὸν καὶ τὴν τῆς ἀπλανοῦς κίνησιν διὰ τούτων σημαίνει· ὁ γὰρ ἰσημερινός, καθ' ὃν ἡ τῆς ἀπλανοῦς γίνεται κίνησις, κατὰ δύο σημεῖα τὸν ζῳδιακὸν τέμνει, κατά τε τὴν τοῦ καρκίνου ἀρχήν, ὃς πάντων τῶν ἐν τῷ ζῳδιακῷ ἐστι βορειότατος καὶ κατὰ τὴν τοῦ αἰγοκέρωτος νοτιωτάτην οὖσαν ἁπάντων. πάσης οὖν τῆς οἰκήσεως ἡμῶν μετὰ τὸν θερινὸν τροπικὸν ὑπαρχούσης, οὗ βορειότερον ἀδύνατον γενέσθαι τὸν ἥλιον—ὅθεν καὶ βορειότεραι ἡμῶν εἰσιν αἱ σκιαί, ἐκ νότου φωτίζοντος ἡμᾶς τοῦ ἡλίου—τοῦ δὲ ζῳδιακοῦ τὸ μὲν ἀπὸ αἰγοκέρωτος μέχρι κριοῦ νοτιώτερον ἔχοντος τοῦ ἰσημερινοῦ, τὸ δὲ μέχρι καρκίνου βορειότερον, τί λοιπὸν σημαίνει τὸ πρὸς