Ancient Greek
Page 139
Joannes Philoponus Phil., De opificio mundi 139
Not analysed yet
νότον φέρεσθαι τὸν ἥλιον καὶ κυκλοῦν πρὸς βορρᾶν, ἢ τὴν ἐν τῷ ζῳδιακῷ τούτου λοξὴν περιδίνησιν, ἧς τὸ μέν ἐστι νοτιώτερον, τὸ δὲ βορειότερον; καὶ τὸ ‘κυκλοῖ κυκλῶν’ ἐδήλωσεν· τὸ γὰρ ἀπ' ἀνατολῆς εὐθεῖαν ἐπὶ δύσιν φέρεσθαι κἀκεῖθεν τὴν εὐθεῖαν κλωμένην διὰ τῶν βορείων ὑποστρέφειν εἰς ἀνατολήν, κύκλος οὐκ ἔστι. Πολλῷ δὲ καταγελαστότερον καὶ τὸ ὑπό τινος εἰρημένον, ὡς ἔξω τοῦ οὐρανοῦ γινόμενος ὁ ἥλιος διὰ τῶν νώτων αὐτοῦ κρυπτόμενος παλινδρομεῖ πρὸς ἀνατολήν· καίτοι πάντων διαφανέστατον ἐκεῖνο τὸ σῶμα, δι' οὗ καὶ τὰ ἐντὸς ὁ ἥλιος ἅπαντα φωτίζει. Ἐπὶ τούτοις καὶ τὸ ἐν τῷ Ἰὼβ ὡς ἀπὸ τοῦ θεοῦ λεχθὲν σκοπείσθω· ‘τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν; κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτόν, ὥσπερ λίθῳ κύβον’. πῶς νοοῦσι τό ‘οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν’; πάντως ἐροῦσιν ὡς ἐπικείμενον τῇ γῇ τοῖς ἄκροις αὐτοῦ καὶ μὴ πανταχόθεν αὐτὴν περιέχοντα· ἀλλ' οὐ συγχωρεῖ τὸ ἑξῆς· ‘κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον’ τουτέστιν, ὡς εἴ τις λίθον κυβικῷ περιγράψειε σχήματι· κύβον γὰρ αὐτὸ τὸ σχῆμα καὶ οἱ γεωμέτραι καλοῦσιν ὡς καὶ κῶνον καὶ σφαῖραν καὶ τὰ λοιπά. πᾶν δὲ σῶμα ἐσχηματισμένον πανταχόθεν ὑπὸ τοῦ σχήματος περιγράφεται. εἰ οὖν οὕτω καὶ τῇ γῇ κεκόλληκε τὸν οὐρανὸν ὁ θεός, δῆλον ὅτι πανταχόθεν αὐτὴν περιέξει. εἰ