Ancient Greek
Page 140
Joannes Philoponus Phil., De opificio mundi 140
Not analysed yet
δὲ τοῦτο, οὐκ ἄρα περὶ μόνην αὐτῆς ἐκλίθη τὴν ἐπιφάνειαν ὁ οὐρανός, ἀλλὰ πανταχόθεν εἰς αὐτὴν ἐπικλίνων νένευκε. τούτου δηλωτικόν ἐστι καὶ τό ‘κέχυται δὲ ὥσπερ γῆ κονία’· περικέχυται γὰρ πανταχόθεν τῇ γῇ καὶ ἐφήπλωται ὅλος ὅλῃ. οἶμαι δὲ τῷ κύβῳ ὑποδείγματι καὶ μὴ ἄλλῳ τὸ λόγιον σχήματι χρήσασθαι, ὅτι πάντων τῶν στερεῶν σχημάτων ἑδραῖον ἕστηκε τοῦτο καὶ ἀμετακίνητον. διὸ καὶ Πλάτων τῇ γῇ τὸ κυβικὸν ἀφορίζει σχῆμα διὰ τὸ ἀκίνητον αὐτῆς οὐδενὸς ἄλλων στοιχείων τοιούτου ὄντος· καὶ γὰρ ὁ ἐκκλησιαστής ‘ἡ δὲ γῆ’ φησίν ‘εἰς τὸν αἰῶνα ἕστηκε’. καὶ ὁ οὐρανὸς οὖν ἅμα τῇ γῇ περιέχων αὐτὴν τὴν ἀπὸ τόπου εἰς τόπον καθ' ὅλον αὐτὸν οὐ ποιεῖται μετάβασιν. εἰ γὰρ οὕτως ἐκινεῖτο, συμμετέφερεν ἂν καὶ τὴν γῆν εἰς ἕτερον τόπον, ὅπερ ἀδύνατον· εἰ γὰρ τῆς κινουμένης σφαίρας συγκινηθείη τὸ κέντρον αὐτῇ, τὸν ὅλον ἀμείβει τόπον καὶ κύλισις τοῦτό ἐστι λοιπὸν οὐ κυκλοφορία. διὸ καί, ὡς ἔστιν εἰπεῖν, ἀεικίνητος ἕστηκεν ὁ οὐρανός, τὸ μὲν διὰ τὴν κυκλοφορίαν, τὸ δὲ διὰ τὸ μὴ τὸν ὅλον ἀμείβειν τόπον, ἀκινήτου μένοντος τοῦ κέντρου. εἰ γὰρ μηδεὶς κυβικὸν εἶναι τοῦ οὐρανοῦ τὸ σχῆμα νενόμικε μηδὲ εἶναι δύναται, ἐπεὶ μηδὲ ἐφέδραν ἔχει, λείπεται διὰ τὴν ὑφ' ἡμῶν εἰρημένην αἰτίαν κύβον αὐτὸν μετὰ τῆς γῆς ὀνομάσαι τὸ λόγιον, ταὐτὸν δὲ εἰπεῖν τὸν ὅλον κόσμον, διὸ καὶ ὁ Πλάτων τὸν κύβον ἀφώρισε τῇ γῇ, οὐ διὰ τὸ σχῆμα, ἀλλὰ διὰ τὸ στάσιμον. ψυχρὸν δὲ καὶ τὸ