Ancient Greek
Page 145
Joannes Philoponus Phil., De opificio mundi 145
Not analysed yet
πάθος ἀχώριστον τοῦ οὐρανίου σώματος συμπεφυκὸς αὐτῷ καὶ συνυπάρξαν, ἢ ὅ τι οὖν ἐθέλοι τις ὀνομαζέτω. ὅμοιος δέ ἐστιν καὶ ὁ αὐτὸς ἀεὶ καθ' ἕκαστον τοῦ οὐρανοῦ μέρος, ὅπου μὲν λαμπρός, ὅπου δὲ ἀμυδρός, καὶ ὅπου μὲν ἁπλοῦς, ὅπου δὲ διπλόην ἔχων. οὗτος καθ' ἑκάστην νύκτα ὅλος τοῖς ἀπλανέσιν ἅμα συμπεριαγόμενος φαίνεται τοῦ μὲν δύνοντος αὐτοῦ μέρους, τοῦ δὲ ἀνίσχοντος, ὡς καὶ ἐπὶ τῶν δώδεκα ζῳδίων ἐδείξαμεν. εἰ οὖν ἕστηκε μέν, ὥς φασιν, ὁ οὐρανός, αὐτὸν δὲ καθ' αὑτὸν κινεῖσθαι τὸν γαλαξίαν ἀδύνατον, πάθος ὄντα τοῦ οὐρανίου σώματος—οὐδὲ γὰρ τὸ ἐν τῇ χιόνι λευκὸν ἢ ἐν τῷ γάλακτι—πῶς ἐν μιᾷ νυκτὶ φαίνεται πᾶς τοῦ μὲν αὐτοῦ δύνοντος, τοῦ δὲ ἀνίσχοντος, εἰ μὴ ὁ οὐρανὸς ὁ κινούμενος ἦν, ἐν ᾧ ἐστιν τὸ χρῶμα τοῦτο; ἐξ οὗ δείκνυται πάλιν, ὅτι σφαῖρά ἐστιν ἀκριβὴς ὁ οὐρανὸς τὸ μὲν ὑπὲρ γῆν ἔχων, τὸ δὲ ὑπὸ γῆν, καὶ δύνοντος ἑτέρου τὸ λοιπὸν ἐπανέρχεται. ὅθεν ἐν μιᾷ νυκτὶ ὅλον θεώμεθα πλὴν μόνου τοῦ μέρους αὐτοῦ, ᾧ πλησιάζει ὁ ἥλιος. Τὸ αὐτὸ τοῦτο καὶ ἑτέρως σκοπεῖν δυνατόν. ὑποκείσθω τὸν ἥλιον ὑπάρχειν ἐν κριῷ· ἴσμεν ὅτι διὰ μηνὸς ζῴδιον ἓν κινεῖται, διελθὼν δὲ τὰ δώδεκα πληροῖ τὸν ἐνιαυτόν. ἡ δὲ καθ' ἡμέραν αὐτοῦ κίνησις μίαν τῶν τριάκοντα τοῦ ζῳδίου μοιρῶν δίεισιν. ἐν κριῷ τοίνυν ὑπάρχειν ὑποκειμένου τοῦ ἡλίου ἀνάγκη τὸν μὲν κριὸν αὐτὸν εἶναι παντελῶς ἀφανῆ· οὔτε γὰρ ἐν ἡμέρᾳ διὰ τὸ ἐν αὐτῷ εἶναι τὸν ἥλιον φαίνεται οὔτε ἐν νυκτὶ συνδύνων αὐτῷ. τοῦ οὖν