Ancient Greek
Page 146
Joannes Philoponus Phil., De opificio mundi 146
Not analysed yet
ἡλίου δύνοντος ὁ ταῦρος εὐθὺς ὑπὲρ τὸν δυτικὸν ὁρίζοντα φαίνεται. μετελθόντος δὲ ἐπὶ ταῦρον ἡλίου καὶ δύνοντος, ὁ ταῦρος μὲν ὁμοίως ἀφανὴς γίνεται, τοὺς δὲ διδύμους ὄψει τῷ ὁρίζοντι τῷ δυτικῷ πλησιάζοντας. τὸ αὐτὸ καί, εἰ ἐν τοῖς διδύμοις ὁ ἥλιος μετέλθοι, συμβαίνει. δύνοντος γὰρ αὐτοῦ ὁ καρκίνος παρὰ τὸν δυτικὸν ὑπάρχει ὁρίζοντα. εἰ δὲ κριοῦ μὲν ὁ ταῦρός ἐστιν ἀνατολικώτερος, τούτου δὲ <οἱ> δίδυμοι καὶ τούτων ὁ καρκίνος καὶ οἱ ἑξῆς ὁμοίως, δῆλον ὡς ὁ ἥλιος μὲν κατὰ τὴν ἰδίαν κίνησιν ἀπὸ δύσεως ἐπ' ἀνατολὴν φέρεται, μίαν καὶ μόνην ζῳδίου μοῖραν κινούμενος καθ' ἡμέραν, ἡ δὲ ἐξ ἀνατολῶν ἐπὶ δύσιν καθ' ἕκαστον ἡμερονύκτιον γενομένη περιαγωγὴ μόνου ἐστὶν τοῦ στερεώματος, ἐν ᾧ τοὺς φωστῆρας ἅπαντας ἔθηκεν ὁ θεός· τὴν γὰρ τοσαύτην διάστασιν δι' ἐνιαυτοῦ ποιεῖται, καθὰ φθάσας εἶπον, ὁ ἥλιος. οὐκ ἄρα τῶν ἀστέρων ἐστίν, ἀλλὰ τοῦ στερεώματος ἡ καθ' ἡμέραν κίνησις. Ἔτι καὶ τετάρτης ἀποδείξεως ἄκουε· οἱ ἀπλανεῖς ἀστέρες ἐν τῷ στερεώματι ὄντες ἄλλοι τινὲς αὐτῶν ἄλλην αὐτοῦ μοῖραν διειλήφασιν, οἱ μὲν τὴν βορείαν οἱ δὲ τὴν νοτίαν οἱ δὲ τὸ μεσαίτατον ἔχουσιν. οἱ μὲν οὖν περὶ τοὺς πόλους ἐν ἐλαχίστοις ὑπάρχουσι κύκλοις, τῷ ἀρκτικῷ λέγω καὶ τῷ ἀνταρκτικῷ, οἱ δὲ ἐν τοῖς τροπικοῖς, τῷ θερινῷ καὶ τῷ χειμερινῷ, ἐν μείζοσι, οἱ δὲ ἐν τῷ ἰσημερινῷ ἐν μεγίστῳ. δῆλον δέ, ὅτι καὶ οἱ τούτων μέσοι κατὰ ἀναλογίαν τῶν μέν εἰσι μείζους, τῶν δὲ ἐλάττονες. εἰ οὖν τῶν ἀστέρων ἐστὶν ἡ καθ' ἡμέραν καὶ μὴ τοῦ στερεώματος κίνησις—ἑστάναι γὰρ ἐθέλουσι τὸν οὐρανόν—ἀνάγκη πᾶσα τοὺς ἀπλα-