Ancient Greek
Page 147
Joannes Philoponus Phil., De opificio mundi 147
Not analysed yet
νεῖς ἢ ἰσοταχῶς ἀλλήλοις κινεῖσθαι πάντας ἢ ἀνισοταχῶς· παρὰ ταῦτα γὰρ οὐκ ἔστιν. εἰ οὖν ἑκάτερον τούτων ψευδὲς φανείη καὶ ἄτοπον, οὐδ' ὅλως ἄρα κινοῦνται οἱ ἀστέρες, ἀλλὰ μὴν αὐτοὺς ἀνάγκη κινεῖσθαι τὴν ἐξ ἀνατολῆς ἐπὶ δύσιν ἢ τὸ στερέωμα, τούτους δὲ κινεῖσθαι δειχθείη ἀδύνατον, ἐκ πάσης ἀνάγκης ἄρα τὸ στερέωμά ἐστιν τὸ κινούμενον, πάντας ἑαυτῷ τοὺς ἀστέρας συμπεριάγον. ὅτι μὲν οὖν ἰσοταχῶς αὐτοὺς ἀδύνατον κινεῖσθαι, δῆλον ἐντεῦθεν· εἰ οἱ μὲν ἐν μείζοσι, οἱ δὲ ἐν ἐλάττοσι κύκλοις ὑπάρχουσιν, ἀνάγκη πᾶσα τοὺς μὲν ἐν τοῖς μείζοσιν ὄντας πλείονος δεῖσθαι χρόνου εἰς τὴν τοῦ ὅλου περιαγωγήν, τοὺς δὲ ἐν μικροτέροις ἐλάττονος. πρῶτοι μὲν οὖν διελεύσονται τὸν ἑαυτῶν κύκλον οἱ ἐν τοῖς ἐλαχίστοις· οὗτοι δέ εἰσιν οἱ περὶ τοὺς πόλους μικρὰν φερόμενοι διάστασιν, δεύτεροι δὲ οἱ ἐπὶ τῶν τροπικῶν· μείζων γὰρ τῶν ἄλλων ἡ τούτων διάστασις καὶ χρόνου διὰ τοῦτο δεομένη πλείονος· οἱ δὲ ἐν τῷ ἰσημερινῷ μεγίστῳ ὄντι πάντων ἅμα τῶν ἄλλων πλείονος χρόνου δεήσονται διελθεῖν τὸν ὅλον κύκλον, καὶ διὰ τοῦτο τῶν ἄλλων ἀποκαταστήσονται ἔσχατοι. ἀλλ' οὐ τοιαύτη φαίνεται τοῦ στερεώματος ἡ κίνησις. ἀλλὰ καὶ οἱ ἐν τοῖς μείζοσι κύκλοις καὶ οἱ ἐν τοῖς ἐλαχίστοις καὶ οἱ ἐν τοῖς μεταξὺ τούτων ἅμα πάντες ἐν τῷ αὐτῷ νῦν συναποκαθίστανται. οὐκ ἄρα εἰσὶν ἰσοταχεῖς, ἀλλ' οὐδὲ ἀνισοταχεῖς φανοῦνται σκοποῦσιν· ἅμα γὰρ ἀποκαθισταμένων, ὡς φαίνεται, πάντων ἀνάγκη πᾶσα πρὸς ἀναλογίαν τῶν κυκλικῶν διαστημάτων, ἐφ' ὧν ἡ κίνησις ἑκάστοις, καὶ τὰ τάχη τῶν κινήσεων συνεξαλλάττεσθαι· εἰ γὰρ ὁ ἰσημερινὸς τῶν μὲν τροπικῶν ἑκα-