Ancient Greek · ~5 min
Page 149
Joannes Philoponus Phil., De opificio mundi 149
Not analysed yet
τοῖς ἀποστολικοῖς ἀγῶσιν ἐφάμιλλον καὶ τὸν μετὰ φιλοσοφίαν ἄκραν τῇ εὐσεβείᾳ τὸν Ἀθήνησι τῆς ἐκκλησίας θρόνον κοσμήσαντα Διονύσιον καὶ ἑτέρους πλείονας τῆς ἐκκλησίας διδασκάλους τὴν φαινομένην τῶν οὐρανίων διάταξιν μὴ τολμήσαντας ἀθετεῖν, ἣν ἐκ τοῦ δημιουργήσαντος ἔχουσι, τὴν ἀκίνδυνον μᾶλλον αἱρεῖσθαι σιγήν, ἢ λέγοντας, ἃ μὴ γινώσκουσι, μῶμον τῇ ἐκκλησίᾳ τοῦ θεοῦ προσάπτειν. ταῦτα δὲ λέγειν ἠνάγκασμαι, ἵνα μὴ τὰ ἑνὸς ἢ δευτέρου τῶν παρ' ἡμῖν πταίσματα τῷ εὐσεβεῖ τῶν χριστιανῶν ὕβριν προσρίψηται δόγματι· τὸ γὰρ ἀληθές, ὑφ' ὅτου ἂν εὑρεθείη, τιμῶν τις αὐτὴν τιμᾷ, Χριστὸν, τὴν ἀλήθειαν. Ἀλλ' ἐπὶ τὴν ἐξέτασιν αὖθις μεταβῶμεν τῆς λέξεως, ἄνωθεν αὐτὴν παραθέμενοι· ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος· καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν’. ιδʹ. Ὅτι πολύσημος ἡ τοῦ ὕδατος φωνὴ παρὰ τῇ θείᾳ γραφῇ καὶ ὅτι τὸν ἀέρα καὶ οὐρανὸν καὶ ὕδωρ καὶ ἄβυσσον ὀνομάζει. Πολλαχῶς τὸ ὕδωρ ὀνομάζειν τῇ γραφῇ φίλον· καὶ γὰρ ἀλληγορικῶς ἐπί τε τὸ χεῖρον καὶ ἐπὶ τὸ βέλτιον