Ancient Greek
Page 150
Joannes Philoponus Phil., De opificio mundi 150
Not analysed yet
τοῦτο παρείληφε τοὔνομα ὁ θεός· ‘εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου, ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέν με.’ καὶ πάλιν· ‘χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον’. νῦν μὲν οὖν ἐπὶ πειρασμῶν καὶ χαλεπῶν καὶ ταραχωδῶν περιστάσεων εἴρηται τὸ ὕδωρ· πολλάκις δὲ καὶ ἐπὶ τὸ κρεῖττον ἀλληγορεῖται· οἷόν ἐστιν τὸ πρὸς τὴν Σαμαρεῖτιν ὑπὸ τοῦ κυρίου λεχθέν· ‘ὁ δὲ πίνων ἐκ τοῦ ὕδατος, ὃ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον’. ‘εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με’. καὶ τὸ αἰσθητὸν δὲ ὕδωρ διαφόρως ἴσμεν λεγόμενον· ποτὲ μὲν αὐτό γε τοῦτο τὸ συνεγνωσμένον ἅπασιν· ‘οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς· αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ’. καὶ πάλιν· ‘συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά’. ‘ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι;’ λέγει δὲ ὕδωρ ἔσθ' ὅτε καὶ τὸν ἀέρα, οἷόν ἐστιν· ‘ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου’· ἡ γὰρ ἄνω ἄβυσσος, τουτέστι τὸ ὕδωρ, ὅπερ δηλοῖ τὸν ἀέρα τὸν εἰς ὕδωρ εὐπετῶς μεταβαλλόμενον, τὴν