Ancient Greek
Page 156
Joannes Philoponus Phil., De opificio mundi 156
Not analysed yet
ἀνήγαγεν’· ἀλλ', ὡς ἤδη εἶπον, δύο διακεκριμένων ὑδάτων καὶ τοῖς τόποις καὶ ταῖς οὐσίαις, μόνῳ δὲ κοινωνούντων ὀνόματι, οἷον μεθόριον ἐποίησεν ὁ θεὸς τὸ στερέωμα. Καὶ ἔτι σαφέστερον ὁ προφήτης ἐν τῇ ἐπαναλήψει τοῦτο δέδωκεν εἰπών· ‘καὶ ἐγένετο οὕτως. καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον <τοῦ> ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος’, ἀπὸ κοινοῦ τοῦ ‘ὃ ἦν’ νοουμένου καί ‘ὃ ἦν ἐπάνω τοῦ στερεώματος’· οὐ γὰρ ὃ νῦν γέγονεν ἐπάνω ἢ ὃ νῦν γέγονεν ὑποκάτω· ἑκάτερον γὰρ ἦν ἐν τῷ οἰκείῳ τόπῳ μεθόριον οὐκ ἔχοντα. γενομένου δὲ τοῦ στερεώματος ὑπ' αὐτοῦ διεχωρίσθησαν, τὸ μὲν ἐπάνω τοῦ στερεώματος ὄν, τὸ δὲ ὑποκάτω. καὶ ὅτε οὖν ἔλεγεν ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος’ οὕτως ἀκουστέον ἑκατέρου ὕδατος μεταξύ, ὃ σαφέστερον ὑπὸ τῶν ἄλλων εἴρηται ‘ἐν μέσῳ τῶν ὑδάτων’. καὶ ἐκ τούτου δὲ πάλιν δῆλόν ἐστιν, ὅτι συνεκδοχικῶς ὕδωρ ὀνομάζει καὶ τὸν ἀέρα· οὐ γὰρ μόνον ὕδωρ ἐστὶν ὑποκάτω τοῦ στερεώματος, ἀλλὰ καὶ ὁ μεταξὺ τούτων ἀὴρ ἐγγίζων αὐτῷ μᾶλλον τοῦ ὕδατος. ἀλλ' ἐκ τοῦ τῇ ὄψει Μωϋσῆς ὑποπίπτοντος ὅλον ὕδωρ ὠνόμασε.