Ancient Greek · ~6 min
Page 155
Joannes Philoponus Phil., De opificio mundi 155
Not analysed yet
γενέσθαι φύσιν, ὡς Ἰώσηπος ὁ Ἑβραῖος ἐν τῷ περὶ τῆς τοῦ παντὸς αἰτίας συγγράμματι βούλεται εἰς τρία λέγων διῃρῆσθαι τὸ ὕδωρ καὶ τὸ μὲν τρίτον αὐτοῦ εἰς γένεσιν συμπαγῆναι τοῦ στερεώματος, τὸ δὲ τρίτον ἐναπομεῖναι κάτω, τὸ δὲ λοιπὸν τρίτον ἐν τοῖς νώτοις εἰς ὕψος συνανακουφισθῆναι τῷ στερεώματι. ἀνάγκη δὲ ἦν ἀνακουφιζομένου τούτου μὴ μόνον τὸ ὑπερκείμενον ὕδωρ, ἀλλὰ καὶ πάντα τὸν ὑπὲρ τὸ ὕδωρ ἀέρα συνεπαρθῆναι αὐτῷ καὶ κενὸν μεῖναι ἀέρος ἅπαν τὸ ὑποκάτω τοῦ στερεώματος· οὐδὲ γὰρ τὸ ἐναπολειφθὲν ὕδωρ εἰς ἀέρα μεταβεβλῆσθαί τις ἂν πλάσαιτο μήτε ἐξαρκοῦν εἰς τὰ δύο στοιχεῖα ἡλίου τε μήπω γενομένου τοῦ δυναμένου τοῦτο ποιεῖν. πῶς οὖν νῦν οὐχ ὕδωρ μόνον, ἀλλὰ καὶ ἀὴρ ἀπὸ τῆς γῆς καὶ τοῦ ὕδατος μέχρις αὐτοῦ διήκει τοῦ στερεώματος; παιδικὴ οὖν καὶ ἀσύμφωνος τοῖς πράγμασι καὶ ἀναξία τῶν λογίων τοῦ θεοῦ ἡ τοιαύτη ὑπόνοια. Τὸ οὖν ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος’ αὐτὸς ὁ προφήτης ἐξηγήσατο προσθείς· ‘καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος’. ὃ γὰρ εἶπεν ‘ἐν μέσῳ τοῦ ὕδατος’ ἡρμήνευσεν εἰπών ‘ἀνὰ μέσον ὕδατος καὶ ὕδατος’. ἀνὰ μέσον οὖν τῶν δύο ὑδάτων γέγονε τὸ στερέωμα διατειχίζον ἀλλήλων αὐτά. διὸ Ἀκύλας καὶ Σύμμαχος πληθυντικῶς εἶπον· ‘γενηθήτω στερέωμα ἐν μέσῳ τῶν ὑδάτων’. σκόπει δὲ καὶ τὴν τῶν ἑβδομήκοντα λέξιν· οὐ γὰρ εἶπον· ‘διεχώρισεν ὁ θεὸς τὸ ὕδωρ εἰς δύο· καὶ τὸ μὲν ὑπὸ τὸ στερέωμα εἴασεν ὡς εἶχε, τὸ δὲ σὺν τῷ στερεώματι εἰς ὕψος