Ancient Greek
Page 158
Joannes Philoponus Phil., De opificio mundi 158
Not analysed yet
Τὸ δὲ στερέωμα τί μὲν τὴν οὐσίαν ἐστίν, μετρίως εἴπομεν ἔκ τε τῶν φαινομένων καὶ τῶν Πλάτωνι δειχθέντων καὶ ἐξ ὧν ἐννοεῖν ἡμῖν ἔδωκε Μωϋσῆς ταύτην συλλογισάμενοι, τῶν δὲ ἄλλων προϋπέστη δικαίως τῶν μὲν φωστήρων ὡς ἐν αὐτῷ τὴν ἕδραν ἐχόντων—ποῦ γὰρ ἤμελλον εἶναι τούτου μήπω ὄντος; —τῶν δὲ ἐν τῇ γῇ καὶ τοῖς ὕδασιν, ὡς περιέχον αὐτὰ καὶ τοῦ εἶναι συναίτιον τῶν ἐντός. διόπερ οἶμαι καὶ οὐρανὸν ὠνομάσθαι τῷ πρώτῳ ὁμοίως τὸ στερέωμα· ὡς γὰρ ἐκεῖνος παντὸς τοῦ κόσμου περιοχή ἐστι καὶ ὅρος καὶ αὐτοῦ τοῦ στερεώματος, οὕτω τὸ στερέωμα τῶν ἐντὸς ἁπάντων, ὅσα γίνεταί τε καὶ φθείρεται, οἷς καὶ τοῦ οὕτως ἔχειν ἐστὶ συναίτιος. Δύναται δὲ τὸ στερέωμα καὶ κατ' ἄλλην ἔννοιαν οὐρανὸς ὠνομάσθαι, ὅτι τὸ ὁρᾶν ἅπασιν ἐκεῖθεν ἐφήκει· τοὺς γὰρ φωστῆρας ἐν αὐτῷ πάντας ἔθηκεν ὁ θεός. ἴσως δὲ καὶ ὁ ἀὴρ διὰ τοῦτο πολλάκις οὐρανὸς ὀνομάζεται, ὅτι δι' αὐτοῦ μέσου τὸ φῶς ἡμῖν ἐπιλάμπει διαφανεστάτου ὑπάρχοντος καὶ διὰ τοῦτο παντὸς διαβιβαστικοῦ χρώματος· διὸ καὶ ἄχρους τὴν φύσιν ἐστὶ καὶ διὰ τοῦτο ἀόρατος, ὡς ἂν μὴ τὸ ἴδιον αὐτοῦ χρῶμα τοῖς λοιποῖς εἰς δίοδον ἐμποδίσειε χρώμασι. καὶ γὰρ ἡ κεχρωσμένη ὕαλος ἐμποδίζει τῇ δι' αὐτῆς εἰλικρινεῖ τῶν χρωμάτων παρόδῳ, τὸ ἴδιον αὐτοῖς ἐπιμιγνῦσα χρῶμα· ἡ δὲ ὡς οἷόν τε ἄχρους ἡ καλουμένη λευκὴ καὶ ὑδατώδης οὐκέτι, καθαρὰ δὲ ταῖς ὄψεσι τὰ χρώματα δείκνυσι· διὸ καὶ τὸ στερέωμα