Ancient Greek
Page 159
Joannes Philoponus Phil., De opificio mundi 159
Not analysed yet
ὑπάρχει διαφανέστατον καὶ ὡς ὅτι μάλιστα ἄχρουν, ἵνα καθαρὸν ἡμῖν καὶ ἀθόλωτον τῶν οὐρανίων διακομίζοι τὸ φῶς. λόγος τέταρτος. ‘Καὶ εἶπεν ὁ θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας. καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν’. Οἱ δὲ ἄλλοι τρεῖς ἀντὶ τοῦ εἰπεῖν ‘εἰς συναγωγὴν μίαν’ ‘εἰς τόπον ἕνα’ φασί. αʹ. Διὰ τί μὴ προϋπέστησαν τῶν ἐκ τῆς γῆς φυομένων οἱ φωστῆρες. Τίνος ἕνεκεν τῶν φωστήρων ἐν τῷ στερεώματι τίθεσθαι μελλόντων καὶ συμπληροῦν αὐτὸ καὶ κοσμεῖν μὴ μετ' ἐκεῖνο τὴν αὐτῶν εὐθὺς παρέδωκε γένεσιν Μωϋσῆς; καίτοι γε ἀκόλουθον <ἂν> εἶναι δόξειε τὴν τῶν οὐρανίων ἁπάντων πρότερον πληρώσαντα γένεσιν