Ancient Greek
Page 165
Joannes Philoponus Phil., De opificio mundi 165
Not analysed yet
τινὲς ποταμόχωστα εἶναί φασιν—τι θαυμαστὸν θείῳ ταῦτα κατ' ἀρχὴν γενέσθαι προστάγματι; Εἰ δέ τις δυσχεραίνει τοῖς ἡμετέροις, ἐκεῖνο λογιζέσθω, ὡς, εἰ καὶ ἄναρχον ὁ κόσμος ἔχοι τὴν ὕπαρξιν, τινὰ τοῦ εἰρημένου τῆς γῆς καὶ νῦν ὄντος ἀνωμάλου σχήματος αἴτιον ἐρεῖ· τίνα δ' ἄλλον, εἰ μὴ θεόν, τὸν οὕτως αὐτὴν δημιουργήσαντα συμφερόντως τοῖς οἰκεῖν αὐτὴν μέλλουσιν· εἰ μή τις αὐτόματον τοῦ παντὸς εἶναι κατὰ τὴν Ἐπικούρειον ἀθεότητα λέγοι τὴν ὕπαρξιν. ὅπερ οὖν ἐξ ἀιδίου πεποιηκέναι λέγουσι τὸν θεόν, πῶς ἄπιστον, εἰ καὶ ἀρχὴν τοῦ εἶναι τῷ κόσμῳ διδοὺς οὕτω τὴν γῆν διεσχημάτισεν ὡς ἔχει νῦν; ὥστε μόνον ζητήσεως ἄξιον, εἴτε ἀρχὴν ἔχει τοῦ εἶναι εἴτε μή· τὸ δὲ διὰ τί οὕτως ἐσχημάτισται κοινὸν ἅπασι ζήτημα, καὶ ἡ λύσις ὁμοίως κοινὴ πρὸς τῷ μηδὲ σφαιρικὸν αὐτῆς σχῆμα καὶ τοῦ ὕδατος ἄλλως ποτὲ σωθῆναι δύνασθαι, εἰ μὴ καθ' ἃ Μωϋσῆς μονώτατος ἐν ὀλίγοις οὕτω ῥήμασιν ἔδειξε καὶ τὴν τῶν στοιχείων θέσιν τε καὶ τάξιν, ἣν αὐτοῖς ὁ θεὸς ἔδωκεν. Ἀλλ' ἐπὶ τὰ τῇ λέξει ζητούμενα τὸν λόγον τρέψωμεν. ‘καὶ εἶπεν ὁ θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτω. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας’.