Ancient Greek
Page 166
Joannes Philoponus Phil., De opificio mundi 166
Not analysed yet
δʹ. Ὅτι ἀναγκαία γέγονεν ὑπὸ τῶν ἑβδομήκοντα ἡ ἐπανάληψις τοῦ ‘καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ’ καὶ τῶν ἑξῆς καθ' ὁμοίωσιν τῶν ἄλλων τοῦ θεοῦ προσταγμάτων· καὶ τίς ἐν ἑκάστῳ τούτων δύναμις. Μέχρις οὗ ‘καὶ ἐγένετο οὕτως’ οἱ λοιποὶ δὲ τῶν ἑρμηνευσάντων ἐκδεδώκασιν· τὸ δέ ‘καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν καὶ ὤφθη ἡ ξηρά’ ἐν μόνοις εὑρίσκεται τοῖς ἑβδομήκοντα· περιττεύειν δὲ αὐτό τινες ἐνόμισαν, διὰ τοῦ εἰπεῖν ‘καὶ ἐγένετο οὕτω’ δηλούμενον. ‘εἰ μὴ ἄρα’ φησὶν Ὠριγένης ‘ἐν τοῖς ἀρχαίοις ἀντιγράφοις οὕτως ἐγέγραπτο· ἀλλὰ καὶ ἐκ τῆς τοῦ ῥητοῦ διαφωνίας οὐκ <ἂν> ἀναγκαία εἶναι ἡ ἐπανάληψις δόξειεν· ὁ μὲν γὰρ θεὸς συναχθῆναι τὸ ὕδωρ εἰς συναγωγὴν μίαν ἐκέλευσεν· ἡ δὲ ἐπανάληψις· ‘καὶ συνήχθη’ φησί ‘τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν’ πληθυντικῶς’. τοῦτο μὲν οὖν ῥᾳδίως λυθήσεται· καὶ τὸ ἐπιφερόμενον γὰρ πληθυντικῶς ἐξήγαγον πάντες· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας’, ὥστε καὶ χωρὶς τῆς ἐπαναλήψεως ἡ αὐτὴ μεμένηκε ζήτησις, ἑνικῶς μὲν τοῦ θεοῦ γενέσθαι προστάξαντος, Μωϋσέως δὲ τὸ γενόμενον διηγησαμένου πληθυντικῶς. ἀλλ' οὐδὲ ἐνταῦθα μόνον τῇ ἐπαναλήψει τῶν εἰρημένων ἐχρήσατο Μωϋσῆς, ἀλλὰ καὶ ἐν τοῖς πλείοσιν· εἰπὼν γάρ· ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ