Ancient Greek · ~6 min
Page 178
Joannes Philoponus Phil., De opificio mundi 178
Not analysed yet
ἑκατέρου τό ‘κατὰ γένος’ προσέθηκε δεικνὺς ὡς γενικόν ἐστι καὶ οὐκ ἐφ' ἑνὸς ἀριθμῷ τὸ πρόσταγμα. καὶ πάλιν· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος’ τὰ διάφορα γένη δηλοῖ τῶν ψυχῶν· οὕτω καὶ τό ‘εἰς συναγωγὴν μίαν’ τὴν κατὰ γένος μίαν εἶπεν· ὥσπερ γὰρ ἐπ' ἐκείνων διὰ τοῦ ‘κατὰ γένος’ τὸ ἑνικὸν τοῦ γένους ἐδήλωσεν, οὕτως ἔμπαλιν ἐνταῦθα ‘εἰς συναγωγὴν μίαν’ εἰπὼν τὴν τῷ γένει μίαν παρέστησεν. ὡς γὰρ ἐκεῖ καθ' ἕκαστον γένος βοτάνης πολλαὶ τῷ ἀριθμῷ γεγόνασιν ὁμοειδεῖς, οἷον φέρε θριδακῖναι μαλάχαι ῥοδωνιαὶ ἰωνιαὶ ἀγρώστεις ἕρπυλλοι καὶ ἐπὶ παντὸς τῶν τοιούτων εἴδους ὁμοίως, καὶ τὰ τῶν δένδρων ἀκολούθως εἴδη καὶ τὰ τῶν ψυχῶν—οὐ γὰρ δὴ καθ' ἓν μέρος τῆς γῆς, ὡς εἶπον, ἀλλὰ κατὰ πᾶσαν ἔργον τὸ πρόσταγμα γέγονεν—οὕτω κἀνταῦθα τὸ μέν ‘εἰς συναγωγὴν μίαν’ τὴν κατ' εἶδος ἢ γένος μίαν συμφώνως τοῖς ἄλλοις ἅπασι νοεῖν ἀνάγκη, ‘τὰ δὲ συστήματα τῶν ὑδάτων’ τὰς πολλὰς αὐτῶν καὶ ὁμοειδεῖς συναγωγάς. διὸ καὶ πᾶσαι συνεφώνησαν αἱ ἐκδόσεις τὸ μὲν πρότερον κατὰ τὸ ἑνικόν, τὸ δὲ ὕστερον κατὰ τὸ πληθυντικὸν ἐξάγουσαι· Ἀκύλας· καὶ ἐκάλεσεν ὁ θεὸς τῇ ξηρᾷ γῆ καὶ τοῖς συστήμασι τῶν ὑδάτων θάλασσαι. ὁμοίως Θεοδοτίων καὶ Σύμμαχος· καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν, τὰ δὲ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. εἰ δὲ μίαν τῷ ἀριθμῷ συναγωγὴν τῶν ὑδάτων τὸ πρόσταγμα γενέσθαι ἠβούλετο, ἑνικῶς ἂν καὶ ὁ προφήτης διηγούμενος ἔλεγεν· καὶ τὸ σύστημα τῶν