Ancient Greek
Page 177
Joannes Philoponus Phil., De opificio mundi 177
Not analysed yet
τῇ φύσει πρέπον καὶ τῇ θείᾳ δημιουργίᾳ τῶν ἀτελῶν προηγεῖσθαι τὰ τέλεια· ἡ γὰρ τοῦ σπέρματος πρόοδος ἐκ τῶν τελείων ὑφίσταται· δεῖ οὖν προϋπάρξαι τὰ τέλεια· ὅτι γὰρ ἀδύνατον ἦν δι' ἀπείρων εἰς τὰ νῦν ὄντα τὴν γένεσιν προελθεῖν, ἐν ἑτέροις πολλάκις ἐδείξαμεν. Ἀνάγκη οὖν πᾶσα τὰ πρῶτα καθ' ἕκαστον εἶδος γενόμενα μὴ ἐξ ὁμοίου λαβεῖν τὴν γένεσιν· τὸ αὐτὸ καὶ ἐπὶ τῆς τῶν ἀνθρώπων γενέσεως· εἰπὼν γὰρ ὁ θεός· ‘ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν’ πληθυντικῶς ἐπήγαγε ‘καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης’. καὶ πάλιν· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς’· τὸ μὲν γὰρ ἑνικὸν κατὰ τοῦ εἴδους, τὸ δὲ πληθυντικὸν κατά τε τῶν δύο γενῶν, τοῦ ἄρσενος καὶ τοῦ θήλεος, καὶ κατὰ τοῦ πλήθους τῶν ὑπὸ τὸ εἶδος ἀτόμων. οὕτως οὖν καὶ ἐπὶ τοῦ προκειμένου· ‘συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας’· πολλὰ γὰρ τὰ τῶν ὑδάτων συστήματα. ηʹ. Ὅτι ὥσπερ ἐπὶ τῶν ἄλλων ἡ τοῦ ‘κατὰ γένος’ προσθήκη τὸ ἓν ὑπάρχειν τὸ γένος ἐδήλωσεν, οὕτω νῦν τὸ ‘εἰς συναγωγὴν μίαν’ εἰπὼν τὴν τῷ εἴδει μίαν ἐδίδαξεν. Πάλιν ὥσπερ ἐπὶ τῶν βοτανῶν εἰπών· ‘βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον’ ἐφ'